8.6.52. καὶ µετ’ οὐ πολλὰ δὲ πάλιν οὕτως ὑπὲρ αὐτοῦ γράφει· “τὸ δὲ λευκὸν φλέγµα διὰ τὸ τῶν ποµφολύγων πνεῦµα χαλεπὸν ἀποληφθέν, ἔξω δὲ τοῦ σώµατος ἀναπνοὰς ἴσχον ἠπιώτερον µέν, καταποικίλλει δὲ τὸ σῶµα λεύκας ἀλφούς τε καὶ τὰ τούτων ξυγγενῆ νοσήµατα ἀποτίκτον.”
8.6.53. ἐν ταύτῃ µὲν τῇ ῥήσει καλῶς ἀπεφήνατο περὶ τῶν γινοµένων ἀπὸ τοῦ φλέγµατος παθῶν· ἡνίκα δ’ ἔλεγεν ἔµπροσθεν “τὴν πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς µετὰ πνεύµατος συµπλακεῖσαν λευκὸν εἶναι φλέγµα φαµέν”, οὐκ ὀρθῶς.
8.6.54. δέδεικται γὰρ ἥ γε τοῦ φλέγµατος γένεσις ἐκ τροφῆς φύσει ψυχροτέρας ἐνδεῶς ὑπὸ τῆς ἐµφύτου θερµασίας κατεργασθείσης ἀποτελουµένη.
8.6.55. τηκοµένη δὲ σὰρξ ὅµοιόν τι ποιεῖ τὸ σύντηγµα τῇ χρόᾳ τῆς ὠχρᾶς χολῆς, ἐπὶ τὸ λευκότερον ῥέπον, ὡς εἶναι τὸ καλούµενον ὕπωχρον πυρ<ρ>όν.
8.6.56. ἔστι δὲ καὶ παχύτερον τὸ σύντηγµα τοῦτο τῆς ὠχρᾶς χολῆς καὶ δυσωδέστερον καί τινα γλισχρότητα πολλάκις ἔχον ἐν ἑαυτῷ καὶ λιπαρότητα.
8.6.57. Tαῦτα µὲν ἱκανὰ περὶ χυµῶν ἔγνωσται πρός γε τὸ παρόν, εἰ µέλλοιµεν, ὥς τινες τῶν φίλων ἀξιοῦσιν, ἐξηγεῖσθαι τὰ κατὰ τὸν Τίµαιον ἰατρικῶς εἰρηµένα.
8.7.1. Καὶ τὰ λοιπὰ δὲ τῶν κατὰ τὸ βιβλίον λόγων διὰ κεφαλαίων ῥηθήσεται συνόψεως ἕνεκεν, ἐν οἷς τε ὁµολογοῦσιν οἱ ἄνδρες ἀλλήλοις ἐν οἷς τε διαφέρονται, διὰ µακροτέρων τε κατὰ τὴν ἐσοµένην ἡµῖν ἐξήγησιν αὖθις εἰρήσεται.
8.7.2. Λέγοντος οὖν ῾Ιπποκράτους ἀεὶ τὸ σύµφυτον θερµὸν αἰτιώτατον εἶναι πάντων τῶν φυσικῶν ἔργων, ὁ Πλάτων οὐ θερµόν, ἀλλὰ πῦρ ὀνοµάζει.
8.7.3. ἴδωµεν δ’ ὅπως ὑπ’ αὐτοῦ διοικεῖσθαι λέγει τὰ τῶν ζῴων σώµατα· “πᾶν ζῷον πάντως περὶ τὸ αἷµα καὶ τὰς φλέβας αὑτοῦ θερµότατα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός.”
8.7.4. πηγὴν µὲν οὖν πάνυ καλῶς εἶπεν· οὐ γὰρ ἐκ παρατρίψεως τοῦ κατὰ τὰς ἀρτηρίας πνεύµατος ἡ θερµασία γεννᾶται κατὰ τὰ τῶν ζῴων σώµατα, καθάπερ ἐκτὸς ἐπὶ λίθων τε καὶ ξύλων, ἀλλ’ ἔµπαλιν ὑπὸ τῆς συµφύτου θερµασίας αἱ κινήσεις αὐτῶν γίνονται.
8.7.5. ὅταν οὖν ψυχθῇ τὸ σῶµα διὰ κρύος ἢ φάρµακον, [ἢ] οὐδενὸς τῶν ἄλλων ἀπολλυµένου τῶν κατ’ αὐτό, παύονται µὲν αὐτίκα καὶ αἱ τῶν ἀρτηριῶν κινήσεις <καὶ> αἱ κατὰ τὰ νεῦρα καὶ <τοὺς> µῦς.
8.7.6. οὐ µὴν πυρός γε πηγήν, ἀλλὰ µᾶλλον ἐµφύτου θερµοῦ βέλτιον ἦν εἰρῆσθαι κατὰ τὰ σώµατα ἡµῶν, ὡς ῾Ιπποκράτης ὀνοµάζει διὰ παντός· εἴπερ γὰρ ὑπὸ πυρὸς ἡ πέψις γίγνεται τῶν σιτίων ἥ τ’ ἀνάδοσις ἥ θ’ αἱµάτωσις ἥ τε θρέψις, ἄµεινον ἂν ἐπὶ τῶν πυρεττόντων ὀξέως ἐφαίνετο ταῦτα ἐπιτελούµενα.
8.7.7. τὸ δ’ ἔµφυτον θερµὸν εὔκρατόν ἐστι κατὰ µὲν οὐσίαν ἐν αἵµατι καὶ πνεύµατι τὴν ὕπαρξιν ἔχον µάλιστα, κατὰ δὲ ποιότητα µικτὸν ὂν εὐκράτως ἐκ θερµότητός τε καὶ ψυχρότητος.
8.7.8. ἀσφαλέστερον οὖν ὁ ῾Ιπποκράτης ἔφη “τὰ αὐξανόµενα πλεῖστον ἔχει τὸ ἔµφυτον θερµόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ µή, τὸ σῶµα ἀναλίσκεται. γέρουσι δ’ ὀλίγον τὸ θερµόν· διὰ τοῦτ’ ἄρα ὀλίγων ὑπεκκαυµάτων δέονται, ὑπὸ πολλῶν µὲν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν οὐχ ὁµοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶµα.”