Светлый фон

9.7.5. ὅτι µὲν γὰρ τὸ πρῶτον κριτήριον ἀναποδείκτως εἶναι δεῖ πιστόν, ὡµολόγηται πᾶσιν, οὐ µὴν ὅτι γε φυσικὸν εἶναι δεῖ τοῦτο καὶ πάντων ἀνθρώπων κοινὸν ἐννοοῦσιν ἅπαντες, καὶ οἱ πλεῖστοι προκρίνουσιν ἐνίοτε τοῦ κοινῇ πᾶσιν ἀνθρώποις ἐναργῶς φαινοµένου <τὸ> τῇ ἑαυτῶν ὑπολήψει ἐµµένειν καὶ προσποιοῦνται πεπιστευκέναι βεβαίως οἷς αὐτοὶ λέγουσιν εἰκῇ ἕνεκα τοῦ κατασκευάζειν τι δόγµα τῶν ἀπὸ τῆς ἑαυτῶν αἱρέσεως, ὥσπερ γε πάλιν ἕτεροί τινες εἰς τὸ διαβάλλειν τι τῶν ἑτεροδόξων ὑποµένουσιν ἑκουσίως ψεύδεσθαι.

9.7.6. τοῖς γὰρ ἑαυτοὺς ἀπό τινος αἱρέσεως ἀναγορεύσασιν ἀγωνίζεσθαι πρόκειται περὶ πάντων τῶν κατὰ τὴν αἵρεσιν, εἰ καὶ µηδεµίαν ἀναγκαίαν ἀκολουθίαν ἔχει πρὸς τὴν στοιχείωσιν, ὥσπερ ἀµέλει κἀπὶ τοῦ <περὶ> [τῆς] ψυχῆς ἡγεµονικοῦ δόγµατος.

9.7.7. τοῦτο γὰρ ἰατροῖς ἐπίστασθαι χρήσιµόν ἐστιν ἕνεκα τοῦ προσφέρειν τὰ βοηθήµατα τῷ πεπονθότι τόπῳ βεβλαµµένου τοῦ λογισµοῦ, φιλοσόφοις δ’ οὔτ’ εἰς τὴν εὕρεσιν τῆς διαφορᾶς τῶν ἀρετῶν οὔτε εἰς τὴν ἄσκησιν αὐτῶν ἐστι χρήσιµον.

9.7.8. ἐάν τε γὰρ ἐν τῇ καρδίᾳ τὸ τῆς ψυχῆς ἡγεµονικὸν ὑπάρχῃ µόριον ἐάν τε ἐν τῇ κεφαλῇ, δυνησόµεθα καὶ φρόνησιν κτήσασθαι καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀνδρείαν ἐξ ἄλλων δογµάτων τε καὶ ἀσκήσεων ἐπὶ τὴν κτῆσιν αὐτῶν ἀφικόµενοι.

9.7.9. Mόνοις οὖν ἐκείνοις τοῖς φιλοσόφοις καὶ τὸ µηδὲν εἰς ἦθός τε καὶ τὰς πολιτικὰς πράξεις χρήσιµον ζητεῖν ἀκόλουθόν ἐστιν, ὅσοι τὴν θεωρητικὴν φιλοσοφίαν εἵλοντο, καθάπερ γε καὶ εἰ µετὰ <τὸν> κόσµον τοῦτόν ἐστί τι, καὶ εἰ ἔστιν, ὁποῖόν τι τοῦτο, καὶ εἰ ὁ κόσµος οὗτος ἐν ἑαυτῷ περιέχεται καὶ εἰ πλείους ἑνὸς καὶ εἰ πάµπολύ τι πλῆθος, ὁµοίως δὲ καὶ εἰ γεννητὸς ἢ ἀγέννητος ὅδε ὁ κόσµος ἐστίν, ὥσπερ γε καὶ εἰ γεγονότος αὐτοῦ θεός τις ἐγένετο δηµιουργὸς ἢ θεὸς µὲν οὐδείς, αἰτία δέ τις ἄλογός τε καὶ ἄτεχνος εἰργάσατο κατὰ τύχην οὕτως καλὸν αὐτὸν ὡς εἰ καὶ θεὸς ἐπεστάτει τῇ κατασκευῇ σοφώτατος ἅµα καὶ δυνατώτατος.

9.7.10. ἀλλὰ τά γε τοιαῦτα ζητήµατα πρὸς τὸ καλῶς οἰκεῖν τὸν ἴδιον οἶκον ἢ τῶν τῆς πόλεως πραγµάτων προνοεῖσθαι προσηκόντως ἢ συγγενέσι καὶ πολίταις καὶ ξένοις προσφέρεσθαι δικαίως τε καὶ κοινωνικῶς οὐδὲν συντελεῖ.

9.7.11. παρεγένοντο δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν ἔνιοι τῶν πρακτικὸν ὑποτιθεµένων τὸ τέλος ἐκ τῶν χρησίµως ζητουµένων κατὰ βραχὺ προελθόντες ὡς ἐφ’ ὅµοια.

9.7.12. οὐ γὰρ δή, ὥσπερ γεγονέναι τὸν κόσµον ἢ µὴ γεγονέναι ζητεῖν ἄχρηστον, οὕτω καὶ περὶ προνοίας καὶ θεῶν.

9.7.13. ὅτι γάρ ἐστί τι κρεῖττον ἀνθρώπου δυνάµει τε καὶ σοφίᾳ κατὰ τὸν κόσµον, ἅπασιν ἡµῖν ζητεῖσθαι βέλτιον, οὐ µήν, ὁποῖοί τινές εἰσι τὴν οὐσίαν οἱ θεοί, πότερον ἀσώµατοι παντάπασιν ἢ καθάπερ ἡµεῖς, οὕτω καὶ αὐτοὶ µετὰ σωµάτων, ἀναγκαῖον σκοπεῖσθαι.