8.5.24. Oὐ µόνος δὲ Πλάτων, ἀλλὰ καὶ ᾿Αριστοτέλης καὶ Θεόφραστος οἵ τε ἄλλοι µαθηταὶ Πλάτωνός τε καὶ ᾿Αριστοτέλους [οἳ] τὸν περὶ τῶν χυµῶν λόγον ἐζήλωσαν ῾Ιπποκράτους, ὥσπερ γε καὶ τῶν παλαιῶν ἰατρῶν οἱ δοκιµώτατοι, Διοκλῆς, Πλειστόνικος, Μνησίθεος, Πραξαγόρας, Φυλότιµος, ῾Ηρόφιλος.
8.5.25. ᾿Ερασίστρατος δὲ δῆλός ἐστι πρὸς τοὺς ἀπὸ Κῶ φιλοτιµούµενος, ὡς ἐν ἑτέροις ἐδείξαµεν, οὐκ ἀλήθειαν τιµῶν, καὶ διὰ τοῦτο δεδιὼς φθέγξασθαι θερµὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρόν τινα τῶν χυµῶν.
8.5.26. ὁ δ’ ῾Ιπποκράτης ἔν γε τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τά τ’ ἄλλα καὶ τὴν τάξιν τῆς διδασκαλίας ἄµεινον ἐποιήσατο Πλάτωνος.
8.5.27. ὅτι τε γὰρ οἱ τέσσαρες χυµοὶ κατὰ φύσιν εἰσὶν ἀπέδειξεν, οὐδ’ ἐπιχειρήσαντος τοῦτο πρᾶξαι τοῦ Πλάτωνος, ὅτι τε κατὰ τὰς ὥρας τοῦ ἔτους ἄλλος ἐν ἄλλῃ πλεονάζει.
8.5.28. παραθήσοµαι δέ σοι καὶ περὶ τούτων ὀλίγα τῶν ῥήσεων αὐτοῦ· “εἶπον δὲ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταὐτὰ ἐόντα καὶ κατὰ νόµον καὶ κατὰ φύσιν. φηµὶ δ’ εἶναι αἷµα καὶ φλέγµα καὶ χολὴν ξανθήν τε καὶ µέλαιναν.
8.5.29. τουτέων πρῶτον µὲν κατὰ τὸν νόµον τὰ ὀνόµατα διωρίσθαι φηµὶ καὶ οὐδενὶ αὐτέων τωὐτὸ ὄνοµα, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι καὶ οὔτε τὸ φλέγµα οὐδὲν ἐοικέναι τῷ αἵµατι οὔτε τὸ αἷµα τῇ χολῇ οὔτε τὴν χολὴν τῷ φλέγµατι.
8.5.30. πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτ’ ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώµατα ὅµοια φαίνεται προσορώµενα οὔτε τῇ χειρὶ ψαύοντι ὅµοια δοκέει εἶναι; οὔτε γὰρ θερµὰ ὁµοίως ἐστὶν οὔτε ψυχρὰ οὔτε ξηρὰ οὔτε ὑγρά.
8.5.31. ἀνάγκη τοίνυν ὅτε τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέην τε καὶ τὴν δύναµιν, µὴ ἓν αὐτὰ εἶναι, εἴπερ µὴ πῦρ τε καὶ ὕδωρ ταὐτόν ἐστι.
8.5.32. Γνοίης δ’ ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστίν, ἀλλ’ ἕκαστον αὐτέων ἔχει δύναµίν τε καὶ φύσιν τὴν ἑωυτοῦ· εἰ γάρ τινι δίδως ἀνθρώπῳ φάρµακον ὅ τι φλέγµα ἄγει, ἐµεῖταί σοι φλέγµα, καὶ ἢν διδοῖς φάρµακον ὅ τι χολὴν ἄγει, ἐµεῖταί σοι χολήν.
8.5.33. κατὰ ταὐτὰ δὲ καὶ χολὴν µέλαιναν καθαίρει ἢν διδοῖς φάρµακον ὅ τι χολὴν µέλαιναν ἄγει· καὶ ἢν τρώσῃς αὐτῷ τοῦ σώµατος µέρος τι, ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτῷ αἷµα. καὶ ταῦτα ποιήσει <σοι> πάντα πᾶσαν ἡµέραν καὶ νύκτα καὶ χειµῶνος καὶ θέρεος, µέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦµα ἕλκειν εἰς ἑωυτὸν καὶ πάλιν µεθιέναι, καὶ δυνατὸς ἔσται ἔστ’ ἄν τινος τούτων στερηθῇ τῶν συγγεγονότων.
8.5.34. συγγέγονε δὲ ταῦτα τὰ εἰρηµένα· πῶς γὰρ οὐ συγγέγονε; πρῶτον µὲν φανερῶς ἐστιν ἄνθρωπος ἔχων ἐν ἑωυτῷ πάντα ταῦτα αἰεὶ ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου πάντα ταῦτα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ πάντα ταῦτα ἔχοντι ἃ ἐγώ τέ φηµι καὶ ἀποδείκνυµι.”
8.5.35. διὰ τούτων ὁ ῾Ιπποκράτης ἀπέδειξε τοὺς τέτταρας χυµοὺς κατὰ φύσιν ἐν ἡµῖν εἶναι καὶ οὐχ ὥσπερ ἔνιοι νοµίζουσι τὸ αἷµα µόνον, ἐκ περιουσίας τε πάλιν ἐλέγχων διὰ τῶν ἑξῆς τοὺς ἓν ὁτιοῦν τούτων εἰπόντας εἶναι τὸν ἄνθρωπον, ὡς καὶ διὰ τῶν ἔµπροσθεν ἤλεγξε τοὺς ἓν εἰπόντας εἶναι τὸ στοιχεῖον τῶν ἐν γενέσει καὶ φθορᾷ σωµάτων, ὑπὲρ ὧν τῆς ἀποδείξεως ὡς ἔφην γέγραπταί µοι κατ’ ἐκεῖνο τὸ βιβλίον ὃ Περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων ἐπιγέγραπται.