Светлый фон

8.6.42. ὅστις δ’ ἑκάστου τῶν εἰρηµένων ἀκριβῶς ἐκµαθεῖν βούλεται τὴν φύσιν, ἔν τε τοῖς Περὶ κρίσεων ὑποµνήµασι κἀν τοῖς Περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ἐξειργασµένον τὸν λόγον ἔχει.

8.6.43. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις ὑπὲρ τῶν αὐτῶν τὰ αὐτὰ γράφειν, ἀλλ’ ἅπαξ ἢ καὶ δὶς ἐνίοτε τὴν ἀπόδειξιν εἰπὼν ἐν τοῖς ἄλλοις βιβλίοις τῷ συµπεράσµατι τῆς ἀποδείξεως χρῶµαι· καθάπερ καὶ περὶ τοῦ τρεῖς εἶναι τὰς ἀρχὰς τῶν διοικουσῶν ἡµᾶς δυνάµεων ἅπαξ ἀποδείξας ἐν τοῖς πρώτοις βιβλίοις τῆσδε τῆς πραγµατείας, ἐν ταῖς ἄλλαις ἁπάσαις ἐξ ἑτοίµου λαµβάνω, µόνον ἀναµιµνήσκων ἐνίοις ὡς ἀποδέδεικται.

8.6.44. καὶ νῦν γοῦν ἀρκεῖ τό γε τοσοῦτον ἀναµνῆσαι περὶ τῶν ἐν ἐκείνοις δεδειγµένων, ὡς τοὺς ὀξυτάτους τε καὶ καυ-σωδεστάτους πυρετοὺς ἡ ξανθὴ χολὴ γεννᾷ καὶ ὡς τοῦ γένους τῶν καυσωδῶν πυρετῶν ἐστι καὶ ὁ τριταῖος.

8.6.45. εἴρηται δ’ ἐν ἐκείνοις ἡ αἰτία δι’ ἣν οὐκ ἔστι συνεχὴς ὥσπερ ὁ καῦσος ἀλλὰ διαλείπων γίγνεται.

8.6.46. Tαῦτ’ οὖν ὁ Πλάτων οὐκ ἀκριβῶς ἔγνω τῆς ῾Ιπποκράτους τέχνης, καίτοι πειρώµενος ἕπεσθαι τἀνδρὶ καὶ προσέτι γε περὶ τοῦ λευκοῦ φλέγµατος.

8.6.47. τὸ µὲν γὰρ ποµφολύγων ἐναπολαµβανοµένων, “ἀοράτων” µὲν “διὰ σµικρότητα,” καθάπερ αὐτὸς ἔφη, “συναπασῶν δὲ τὸν ὄγκον παρεχοµένων ὁρατόν,” γεννᾶσθαι τὸν τοιοῦτον χυµὸν εὔλογόν τε ἅµα καὶ πιθανόν· τὸ δ’ ἐκ συντήξεως ἁπαλῆς σαρκὸς γενέσθαι ποτὲ φλέγµα τῶν ἀτοπωτάτων ἐστί, πλὴν εἴ τις Πρόδικος ὑπαλλάττων τοὔνοµα τὸν πικρόχολον χυµὸν ὀνοµάζει φλέγµα διὰ τὸ νοµίζειν ἀπὸ τοῦ πεφλέχθαι τὴν προσηγορίαν αὐτῷ γεγονέναι.

8.6.48. ἀλλ’ ὅ γε Πλάτων αὐτὸς οἶδε θερµότατον ὄντα τὸν τῆς τοιαύτης χολῆς χυµὸν ἐν οἷς φησιν· “ὅσα δὲ φλεγµαίνειν λέγεται τοῦ σώµατος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα,” καὶ τούτων ἐφεξῆς, “λαµβάνουσα µὲν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέµπει ζέουσα φύµατα, καθειργνυµένη δὲ ἐντὸς πυρίκαυτα νοσήµατα πολλὰ ἐµποιεῖ.”

8.6.49. δῆλος οὖν ἐστι τῇ συνήθει προσηγορίᾳ κατὰ τοῦ πικροχόλου χυµοῦ χρώµενος, ὅσπερ τοὐπίπαν ἐστὶν ξανθὸς τὴν χρόαν· καὶ ὠχρὸς δ’ ἐνίοτε γίγνεται πολλὴν ὀρρώδη προσλαβὼν ὑγρότητα.

8.6.50. καὶ µέντοι κἀξ αὐτοῦ τοῦ προσθεῖναι τῷ φλέγµατι τὸ τῆς χρόας ὄνοµα δῆλός ἐστιν οὐκ ἐν τῇ προσηγορίᾳ σφαλλόµενος, ὥσπερ ὁ Πρόδικος, ἀλλ’ ἐν τῇ γνώσει τῆς φύσεως τοῦ χυµοῦ.

8.6.51. λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον· “τὸ δ’ αὖ µετ’ ἀέρος τηκόµενον ἐκ νέας καὶ ἁπαλῆς σαρκός, τούτου δ’ ἀναιµωθέντος καὶ ξυµπεριληφθέντος ἀπὸ ὑγρότητος καὶ ποµφολύγων ξυστασῶν ἐκ τοῦ πάθους τούτου καθ’ ἑκάστην µὲν ἀοράτων διὰ σµικρότητα, ξυναπασῶν δὲ τὸν ὄγκον παρεχοµένων ὁρατὸν χρῶµα ἐχουσῶν διὰ τὴν τοῦ ἀφροῦ γένεσιν ἰδεῖν λευκόν, ταύτην πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς µετὰ πνεύµατος συµπλακεῖσαν λευκὸν εἶναι φλέγµα φαµέν.”