Светлый фон

9.1.5. ὅπως δ’ ἄν τῳ περιγένοιτο τοῦτο, ὁ Πλάτων σε διδάξει λέγων· “ἆρ’ οὖν οἷός τέ ἐστιν ἀλήθειαν ἀγνοῶν τις ἑκάστου τὴν <τοῦ> ἀγνοουµένου ὁµοιότητα σµικράν τε καὶ µεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; ἀδύνατον.”

9.1.6. ὅπως δ’ <ἂν> τὴν ἀλήθειαν ἑκάστου τῶν ζητουµένων εὑρίσκοι τις, ἄκουσον ἐµοῦ πρότερον διηγησαµένου σαφῶς τε καὶ διὰ συντόµων, ἃ δ’ ἂν ἀκούσῃς, τῇ µνήµῃ παραθέµενος ἐπὶ τὰς ἐκείνων ἧκε ῥήσεις.

9.1.7. ἐγὼ δή σοί φηµι τὴν τῶν ζητουµένων ἀλήθειαν εὑρεθήσεσθαι πρῶτον µὲν γνόντι τὴν ἀρχὴν τῆς ἐπ’ αὐτὴν ὁδοῦ· ταύτης γὰρ ἁµαρτὼν εἰς πολλὴν ἄλην τε καὶ πλάνην ἀφίξῃ λόγων.

9.1.8. διὰ τῶν αὐτῶν δὲ κριτηρίων δι’ ὧν τὴν ἀρχὴν εὗρες, εὑρήσεις καὶ τὸ µετὰ τὴν ἀρχὴν δεύτερον, εἶθ’ ὁµοίως τὸ τρίτον καὶ ἕκαστον τῶν ἐφεξῆς.

9.1.9. πῶς οὖν ἐστι τὴν ἀρχὴν εὑρίσκειν; ἐπειδὴ καὶ ὁ Πλάτων ἐπαινέσας τὴν παροιµίαν ἐν ᾗ λέγοµεν, “ἀρχὴ δέ τοι ἥµισυ παντός,” αὐτὸς προσέθηκε τὸ “µέγιστον,” εἰπὼν ἀρχὴν παντὸς ἔργου µέγιστον εἶναι, ὥσπερ καὶ ἄλλοι τινὲς οἱ µὲν οὐ µόνον τὸ ἥµισυ τοῦ παντὸς εἶναι τὴν ἀρχὴν ἔφασαν, ἀλλὰ καὶ “πλέον ἢ τὸ ἥµισυ”, τινὲς δὲ καὶ τὸ πᾶν δυνάµει.

9.1.10. δείξοµεν οὖν ἤδη πῶς ἄν τις εὑρίσκοι τὴν ἀρχὴν τῆς τῶν ζητουµένων εὑρέσεως, ἀναµνήσαντες ἃ διὰ µακρῶν ἔν τε τῇ περὶ τῆς ἀποδείξεως πραγµατείᾳ λέλεκται καὶ κατ’ ἄλλας τινάς. εἰ µὲν γὰρ οὐδὲν ἡµῖν ἐστι φυσικὸν κριτήριον, οὐδὲ τεχνικὸν οὐδὲν εὑρεῖν δυνησόµεθα· φυσικὰ δ’ ἔχοντες εὕροιµεν ἄν τι καὶ τεχνικόν.

9.1.11. ἆρ’ οὖν ἔχοµέν τινα φυσικὰ κριτήρια κοινὰ πάντες ἄνθρωποι; οὐδὲ γὰρ ἐνδέχεται φυσικὰ λέγειν [αὐτὰ] τὰ µὴ κοινὰ πάντων ὄντα· χρὴ γὰρ δήπου τὰ φυσικὰ πρὸς τῷ πάντων εἶναι κοινὰ καὶ τὴν φύσιν ἔχειν κοινήν.

9.1.12. ἐγὼ µὲν ἔχειν φηµὶ πάντας ὑµᾶς φυσικὰ κριτήρια καὶ τοῦτ’ ἀναµιµνήσκων οὐ διδάσκων οὐδ’ ἀποδεικνὺς οὐδ’ ὡς αὐτὸς εἰρηκὼς λέγω.

9.1.13. τίνα δὲ [ἐστὶ] ταῦτα; τοὺς κατὰ φύσιν ἔχοντας τῶν ὀφθαλµῶν ὁρῶντας τὰ ὁρατὰ καὶ <τὰ> κατὰ φύσιν ἔχοντα[ς] τῶν ὤτων ἀκούοντα[ς] τὰ ἀκουστὰ καὶ γλῶτταν γευοµένην χυµῶν καὶ ῥῖνας ὀσµῶν καὶ σύµπαν τὸ δέρµα τῶν ἁπτῶν, ἐπὶ δὲ τούτοις τὴν γνώµην ἢ ἔννοιαν ἢ ὅ τί ποτ’ ἂν ἐθέλῃ τις ὀνοµάζειν, ᾧ διαγιγνώσκοµεν ἀκόλουθόν τε καὶ µαχόµενον καὶ ἄλλα ἃ καταπέπτωκε τούτοις, ἐν οἷς ἐστι καὶ διαίρεσις καὶ σύνθεσις ὁµοιότης τε καὶ ἀνοµοιότης, ἀφ’ ὧν ὁ παρὼν ὡρµήθη λόγος.

9.1.14. Ὁ µὲν οὖν ῾Ιπποκράτης οὕτως ἔγραψε περὶ αὐτῶν· “ἢ ὅµοια ἢ ἀνόµοια, ἐξ ἀρχῆς ἀπὸ τῶν µεγίστων καὶ ῥηΐστων, ἀπὸ τῶν πάντως πάντη γιγνωσκοµένων, ἃ καὶ ἰδεῖν καὶ ἀκοῦσαί ἐστιν, ἃ καὶ τῇ ὄψει καὶ τῇ ῥινὶ καὶ τῇ γλώσσῃ καὶ τῇ γνώµῃ ἐστὶν αἰσθέσθαι, οἷς γιγνώσκοµεν ἃ πᾶσίν ἐστι γνῶναι.”

9.1.15. ταύτην τὴν ῥῆσιν ἐξηγησάµενος τελέως ἐν τῷ πρώτῳ τῶν εἰς τὸ κατ’ ἰητρεῖον ὑποµνηµάτων οὐδὲν ἔτι δέοµαι διέρχεσθαι νῦν, ἀλλ’ ἀρκέσει τὰ κεφάλαια µόνον αὐτῆς εἰπεῖν, ὅτι πρὸς τὴν τῶν ὁµοίων τε καὶ ἀνοµοίων ἀκριβῆ διάγνωσιν ἀφικνεῖσθαι χρὴ τὴν ἀρχὴν τῆς εὑρέσεως αὐτῶν ποιούµενον ἀπὸ τῶν φυσικῶν κριτηρίων, ἅπερ ἐστὶν αἴσθησίς τε καὶ γνώµη· καλεῖν δ’ ἔξεστί σοι, ὡς πολλάκις εἴρηταί µοι πολλαχόθι, καὶ διάνοιαν καὶ νοῦν καὶ λογισµὸν ἢ ὅπως ἄν τις ἐθέλῃ φυλάττων τὴν ἔννοιαν ὡς ῾Ιπποκράτης βούλεται.