Светлый фон

9.2.15. —πῶς δ’ οὔ;— δεῖ ἄρα τὸν µέλλοντα ἀπατήσειν µὲν ἄλλον, αὐτὸν δὲ µὴ ἀπατηθήσεσθαι τὴν ὁµοιότητα τῶν ὄντων καὶ ἀνοµοιότητα ἀκριβῶς διιδεῖν. —ἀνάγκη µὲν οὖν.— ἦ οὖν οἷός τ’ ἔσται ἀλήθειαν ἀγνοῶν ἑκάστου τὴν τοῦ ἀγνοουµένου ὁµοιότητα µικράν τε καὶ µεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; —ἀδύνατον.— οὐκοῦν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπα-τωµένοις δῆλον ὡς τὸ πάθος τοῦτο δι’ ὁµοιοτήτων τινῶν εἰσερρύη.

9.2.16. —γίγνεται γοῦν οὕτω.— ἔστιν οὖν ὅπως τεχνικῶς ἔσται µεταβιβάζειν κατὰ σµικρὸν διὰ τῶν ὁµοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων ἢ αὐτὸς τοῦτο διαφεύγειν ὁ µὴ ἐγνωρικὼς ὅ ἐστιν ἕκαστον τῶν ὄντων; —οὐ µή ποτε.— λόγων ἄρα τέχνην, ὦ ἑταῖρε, ὁ τὴν ἀλήθειαν µὴ εἰδώς, δόξας δὲ τεθηρευκὼς γελοίαν τινά, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται.”

9.2.17. Ὅτι δ’ ὡς ῾Ιπποκράτης ἔλεγε τινὰ µέν ἐστι ῥᾷστα γνωσθῆναι, τινὰ δ’ οὐκ ἔστι, τὴν ἀρχὴν ἀπὸ τῶν ῥᾴστων ποιητέον, ἃ καὶ πᾶσιν ἀνθρώποις ὡµολόγηται διὰ τὴν ἐνάργειαν.

9.2.18. οὕτω καὶ ὁ Πλάτων ἐγίγνωσκεν· µάθοις δ’ ἂν ἐκ τῆσδε τῆς ῥήσεως αὐτοῦ· “—ἆρ’ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ µὲν ἔνια τῶν τοιούτων ὁµονοητικῶς ἔχοµεν, περὶ δ’ ἔνια στασιαστικῶς;— δοκῶ µὲν ὃ λέγεις µανθάνειν, ἔτι δ’ εἰπὲ σαφέστερον. —ὅταν τις ὄνοµα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρ’ οὐ τὸ αὐτὸ πάντες διε[νε]νοήθηµεν;— καὶ µάλα.

9.2.19. —τί δ’, ὅταν δικαίου ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται καὶ ἀµφισβητοῦµεν ἀλλήλοις τε καὶ ἡµῖν αὐτοῖς;— πάνυ µὲν οὖν. —ἐν µὲν ἄρα τοῖς συµφωνοῦµεν, ἐν δὲ τοῖς οὔ.ρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι καὶ ἐν ᾧ µή.— καλὸν γοῦν, ὦ Σώκρατες, εἶδος εἴη ἂν κατανενοηκὼς ὁ τοῦτο λαβών.

9.2.21. —ἔπειτά γε οἶµαι πρὸς ἑκάστῳ γιγνόµενον µὴ λανθάνειν, ἀλλ’ ὀξέως αἰσθάνεσθαι περὶ οὗ ἂν µέλλῃ ἐρεῖν, ποτέρου ὂν τοῦ γένους τυγχάνει.

9.2.22. —τί µήν;— τί οὖν; τὸν ἔρωτα πότερον φῶµεν εἶναι τῶν ἀµφισβητησίµων ἢ τῶν µή; —<τῶν> ἀµφισβητησίµων δήπου· ἢ οἴει ἄν σοι συγχωρῆσαι εἰπεῖν ἃ δὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωµένῳ καὶ ἐρῶντι καὶ αὖθις ὡς µέγιστον τῶν ἀγαθῶν τυγχάνει;— ἄριστα λέγεις.”

9.2.23. αὕτη µὲν ἡ ῥῆσις ἐν τῷ Φαίδρῳ γέγραπται διδάσκοντος αὐτοῦ µηδεµίαν ἀµφισβήτησιν ἔχειν τὰ τοῖς φυσικοῖς κριτηρίοις ἐναργῶς ὑποπίπτοντα, ἐν οἷς δ’ ἤτοι µηδ’ ὅλως ὑποπίπτει τοῖς κριτηρίοις τούτοις ἢ ἀµυδρῶς ὑποπίπτει, τὴν ἀµφισβήτησιν γίγνεσθαι· καὶ χρὴ γεγυµνάσθαι κατὰ ταῦτα διακρίνοντα τὰς τῶν πραγµάτων ὁµοιότητας.

9.2.24. ἔνια γὰρ οὕτως ἔχει πρὸς ἄλληλα κατὰ τὰς τῶν ἐν αὐτοῖς ὁµοιότητας ἢ τὴν παραλλαγήν, ὡς κατά τι µὲν ὑπάρχειν ὅµοια, κατά τι δ’ ἀνόµοια. καὶ χρὴ τῶν τοιούτων διαγνωστικὸν τὸν τεχνίτην εἶναι, ὡς ἀκριβῶς τε ἅµα καὶ ταχέως δύνασθαι γνωρίζειν εἰ ὅµοιά ἐστιν ἀλλήλοις ἢ ἀνόµοια.