Светлый фон

9.2.25. Ὅπερ οὖν ἀεὶ καὶ λέγοντός µου καὶ γράφοντος ἀκούεις, ἀκούσῃ πάντως καὶ νῦν· ἡ καθόλου µέθοδος χωρὶς τοῦ γυµνασθῆναι κατὰ πολλὰ τῶν ἐν µέρει τεχνίτην ἀγαθὸν οὐχ οἵα τέ ἐστιν ἐργάσασθαι.

9.2.26. καὶ τοῦτ’ ἐπὶ πασῶν ἔνεστί σοι θεάσασθαι τῶν τοιούτων· ἐπ’ ἐνίων γε µὴν οὕτως ἰσχυρὰν δύναµιν ἔχον, ὡς τὴν µὲν καθόλου µέθοδον ἐνιαυτῷ µόνῳ δύνασθαι τελεώτατα µαθεῖν, τὴν δ’ ἄσκησιν, εἰ µὴ δι’ ὅλου τοῦ βίου γένοιτο, κολούειν εἰς τὰ τῆς τέχνης ἔργα.

9.2.27. καὶ φαίνεταί γε σαφῶς οὖσα τοιαύτη τέχνη λογιστική τε καὶ ῥητορικὴ καὶ ἡ διὰ τῶν ὀργάνων ἐνεργοῦσα µουσική. τοσαύτης µὲν οὖν ἀσκήσεως ἀποδεικτικὴ µέθοδος οὐ δεῖται, χρῄζει µὴν οὐκ ὀλίγης καὶ αὕτη. γυµνάζεσθαι γοῦν χρὴ γυµνασίαν καθ’ ἑκάστην ἄσκησιν τέχνης ἐν ὕλαις ὧν εἰς τὰς χρησίµους τῷ βίῳ πράξεις δεόµεθα.

9.2.28. κἂν γὰρ ὅτι µάλιστα τὴν φύσιν ἀρίστην τις ἔχων εἰς ὁτιοῦν ἔργον ἀµελήσῃ τῆς ἀσκήσεως, οὐδενὸς τῶν ἀπολειποµένων µὲν τῇ φύσει, πλεονεκτούντων δὲ τῇ κατὰ τὴν ἄσκησιν ἐπιµελείᾳ βελτίων ἐστί.

9.2.29. νόησον γοῦν τινα τῇ τε τῶν σκελῶν κατασκευῇ καὶ τῇ τοῦ παντὸς σώµατος ῥώµῃ κάλλιστα διακείµενον, ἠµεληκότα δὲ τῆς φύσεως εἰς τοσοῦτον ὡς πρὸς τῷ µηδέποτε δραµεῖν ἔτι κἀν τῷ περιπατεῖν ἀεὶ βλακεύοντα διατελεῖν, ὡς ἀδύνατόν ἐστι τοῦτον ᾿Ολυµπιονίκην γενέσθαι χωρὶς τοῦ τὴν ἔµπροσθεν ἀργίαν ἀποθέµενον εἰς ἔθος ἑαυτὸν µεταστῆσαι γυµνασίων τῶν κατὰ φύσιν οὐδὲ τούτων τῶν τυχόντων, ἀλλὰ µάλιστα οἷά ἐστιν οἰκεῖα σκέλεσιν.

9.2.30. ὡς ἐάν γέ τις παραλαβὼν τὸν οὕτως πεφυκότα µεταβαίνειν µὲν ἐπὶ λεπτοῦ σχοινίου διδάξῃ, πρὸς ξύλον δὲ ὄρθιον ἀναρριχᾶσθαι, καθάπερ οἱ θαυµατοποιοὶ διδάσκουσι τοὺς µαθητάς, οὐ µόνον οὐκ ἂν [ἕλοιντο νίκην] ᾿Ολυµπιονίκης, ἀλλ’ οὐδὲ τῶν ἐπιτυχόντων ἀνθρώπων ὠκύτερος ἄν ποτε ὀφθείη.

9.2.31. τοῦτ’ οὖν ῾Ιπποκράτει τε καὶ Πλάτωνι γέγραπται παραδείγµατα γράψασιν εἴς τε τὰς τέχνας καὶ πάσας τὰς κατὰ τὸν βίον πράξεις χρήσιµα. παραθήσοµαι δὲ ὀλίγα χάριν τοῦ συνοφθῆναι τὴν ἰδέαν αὐτῶν.

9.2.32. οὐ µὴν καὶ ἀρκεσθῆναί γε τούτοις ἀξιῶ τοὺς βουλοµένους γενέσθαι τεχνίτας κατὰ τὰς τέχνας ἃς ἂν αὐτοὶ τυγχάνωσιν ἀσκοῦντες, ἀλλὰ γυµνάζεσθαι διὰ παντός, ὥσπερ οἱ ῥητορικοὶ γυµνάζονται καθ’ ἑκάστην ἡµέραν ὑποθέσεις εὑρίσκοντες ἐπιτηδείους εἰς τὴν προκειµένην ἄσκησιν.

9.3.1. Εἰλήφθω δὴ παρὰ Πλάτωνος µὲν πρῶτον ὃ κατὰ τὸ πέµπτον τῆς Πολιτείας ἐδίδαξεν, ἔνθα περὶ τῆς τῶν γυναικῶν φύσεως ἄρχεται τῶν αὐτῶν ἐπιτηδευµάτων τοῖς ἀνδράσιν ἀξιῶν µετέχειν αὐτάς, ὡς ἂν καὶ τὴν αὐτὴν ἐχούσας φύσιν, εἶτ’ αὐτὸς ἀντιλαµβάνεται τοῦ λόγου.

9.3.2. φησὶ δ’ οὐκ ἂν ἴσως συγχωρῆσαί τινα τὴν αὐτὴν εἶναι φύσιν ἄρρενός τε καὶ θήλεος σώµατος ἐπιδείκνυσί τε κατὰ τί τὴν αὐτὴν ἔφη.