Светлый фон

9.2.4. ταῦτα δέ τις προµαθὼν δυνήσεται κατὰ βραχὺ µεταβαίνων ἐπὶ τὰ πλησίον ἀλλήλων ἀφικέσθαι ποτέ, καθάπερ ἐπεδείξαµεν ἐν τῷ Προγνωστικῷ πεποιηκότα τὸν ῾Ιπποκράτην.

9.2.5. ἀλλὰ καὶ ὁ Πλάτων οὕτως ἔγραψε περὶ αὐτῶν, ἡνίκα πεποίηκεν ἐν Πολιτείᾳ παρακαλούµενον Σωκράτην ὑπὸ Γλαύκωνός τε καὶ ᾿Αδειµάντου διελεῖν αὐτοῖς πάντα τὸν περὶ τῆς δικαιοσύνης λόγον.

9.2.6. ἐπειδὴ γὰρ ἠπίστατο δεησόµενος αὐτῶν εἰς τὸ δεῖξαι τὸ προτεθέν, ὡς οὐκ ἔστι µία τῆς ὅλης ἡµῶν ψυχῆς ἡ οὐσία, διὰ τοῦτο πρότερον ἐπὶ πόλεως ἀξιοῖ ποιήσασθαι τὸν λόγον.

9.2.7. ἔχει δ’ ἡ λέξις ὧδε· “εἶπον οὖν ὅπερ µοι ἔδοξεν, ὅτι τὸ ζήτηµα ᾧ ἐπιχειροῦµεν οὐ φαῦλον ἀλλ’ ὀξὺ βλέποντος, ὡς ἐµοὶ φαίνεται.

9.2.8. ἐπειδὴ οὖν ἡµεῖς οὐ δεινοί, δοκῶµοι, ἦν δ’ ἐγώ, τοιαύτην ποιήσασθαι ζήτησιν αὐτοῦ οἵανπερ ἂν εἰ προσέταξέ τις γράµµατα σµικρὰ πόρρωθεν ἀναγνῶναι µὴ πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν ὅτι τὰ αὐτὰ γράµµατα ἔστι που καὶ ἄλλοθι µείζω τε καὶ ἐν µείζονι· ἕρµαιον ἂν ἐφάνη, οἶµαι, ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει.

9.2.9. —πάνυ µὲν οὖν, ἔφη ὁ ᾿Αδείµαντος· ἀλλὰ τί τοιοῦτον, ὦ Σώκρατες, ἐν τῇ περὶ δικαίου ζητήσει καθορᾷς;— ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη, φαµέν, ἔστιν ἑνὸς ἀνδρός, ἔστι δέ που πάλιν τῆς ὅλης πόλεως;

9.2.10. —πάνυ γε, ἦ δ’ ὅς.— οὐκοῦν µείζων πόλις ἑνὸς ἀνδρός; µείζων, ἔφη. ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ µείζονι ἐνείη καὶ ῥᾴων καταµαθεῖν.

9.2.11. εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς πόλεσι ζητήσωµεν ποῖόν τί ἐστιν, ἔπειτα οὕτως ἐπισκεψώµεθα καὶ ἐν ἑνὶ ἑκάστῳ, τὴν τοῦ µείζονος ὁµοιότητα ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες.”

9.2.12. Προγυµνάσας οὖν ἡµᾶς ἐπὶ πόλεως ὁ Πλάτων καὶ δείξας ὅτι ἄλλο µέν τι τὸ ἄρχον, ἄλλο δέ τι τὸ προπολεµοῦν καὶ τρίτον ἄλλο τὸ δηµιουργικὸν ἔθνος ἐν αὐτῇ, µεταβὰς τοὐντεῦθεν ἐπὶ τὴν ψυχὴν καὶ κατ’ αὐτὴν ἐπιδείκνυσιν ἓν µέν τι µέρος εἶναι τὸ ἄρχον, ὅταν εὖ ἔχῃ, ἕτερον δὲ τὸ ὑπηρετοῦν <ἐν> αὐτῇ, καθάπερ ἐν ταῖς πόλεσιν ὑπηρετεῖ τὸ στρατιωτικόν, τρίτον δὲ τὸ λοιπόν, ὃ τοῦ τρέφεσθαι τὸ σῶµα χάριν οἱ δηµιουργοῦντες ἡµᾶς προσέθεσαν, κἂν οἱ ἀγύµναστοι τοῦ διακρίνειν ἀπ’ ἀλλήλων τὰς ὁµοιότητας ἓν εἶναι νοµίζωσιν, οὐ τρία τὰ εἰρηµένα µόρια τῆς ψυχῆς.

9.2.13. ὅπως οὖν χρὴ γυµνάζεσθαι περὶ τὴν διάκρισιν αὐτῶν, ἐδίδαξεν ὁ Πλάτων ἐπί τε τῆς πόλεως διὰ πάσης σχεδόν τι τῆς Πολιτείας ἐπί τε τῆς ψυχῆς τὸ µὲν κυριώτατον, <τὸ> τῆς διανοίας, <διακρίνας> ἐν τῷ τετάρτῳ βιβλίῳ, τὸ δὲ ἑπόµενον αὐτῇ κατὰ τὰ ἄλλα.

9.2.14. καιρὸς οὖν ἤδη καὶ τῶν εἰρηµένων αὐτῷ κατὰ τὸν Φαῖδρον ἀκοῦσαι. “—ἡ ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται µᾶλλον ἢ ὀλίγον;— ἐν τοῖς ὀλίγον. —ἀλλὰ µὴν κατὰ <σµικρὸν µετα>βαίνων µᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ µέγα.