9.3.3. ἔχει δ’ ὁ σύµπας λόγος αὐτῷ κατὰ τάδε· “τὰς θηλείας τῶν φυλάκων κυνῶν πότερα ξυµφυλάττειν οἰόµεθα δεῖν ἅπερ ἂν οἱ ἄρρενες φυλάττωσι, καὶ ξυνθηρεύειν καὶ τὰ ἄλλα κοινῇ πράττειν ἢ τὰς µὲν οἰκουρεῖν ἔνδον ὡς ἀδυνάτους διὰ τὸν τῶν σκυλάκων τόκον τε καὶ τροφήν, τοὺς δὲ πονεῖν τε καὶ πᾶσαν ἐπιµέλειαν ἔχειν περὶ τὰ ποίµνια; κοινῇ, ἔφη, πάντα· πλὴν ὡς ἀσθενεστέραις χρώµεθα, τοῖς δ’ ὡς ἰσχυροτέροις.
9.3.4. οἷόν τ’ οὖν, ἔφην ἐγώ, ἐπὶ τὰ αὐτὰ χρῆσθαί τινι ζῴῳ, ἐὰν µὴ τὴν αὐτὴν τροφήν τε καὶ παιδείαν ἀποδιδῷς; οὐχ οἷόν τε. εἰ ἄρα ταῖς γυναιξὶν ἐπὶ τὰ αὐτὰ χρησόµεθα καὶ τοῖς ἀνδράσι, τὰ αὐτὰ καὶ διδακτέον αὐτάς. ναί. µουσικὴ µὲν ἐκείνοις καὶ γυµναστικὴ ἐδόθη. ναί. καὶ ταῖς γυναιξὶν ἄρα τούτω τὼ τέχνα καὶ τὰ περὶ τὸν πόλεµον ἀποδοτέον τε καὶ χρηστέον κατὰ ταὐτά.”
9.3.5. ἐν τούτοις καθόλου προειπὼν ὁ Πλάτων ὅτι τῶν αὐτῶν ἁπάντων ἐστὶ µεταδοτέον τῷ θήλει γένει, µετὰ ταῦτα καὶ περὶ γυµνασίων ὅσα γυµνοὶ γυµναζόµεθα, καὶ περὶ τῆς ἐπὶ τῶν ἵππων ὀχήσεως ὅσα τε πολέµων ἕνεκα διδάσκεται καὶ ἀσκεῖται, µετέχειν ἀξιοῖ καὶ τὰς γυναῖκας, ἐπ’ αὐτῶν δ’ ἀντιλαβόµενος τοῦ λόγου τάδε φησί·
9.3.6. “βούλει οὖν, ἦν δ’ ἐγώ, ἡµεῖς πρὸς ἡµᾶς αὐτοὺς ὑπὲρ τῶν ἄλλων ἀµφισβητήσωµεν, ἵνα µὴ ἔρηµα τὰ τοῦ ἑτέρου λόγου πολιορκῆται;
9.3.7. —οὐδέν, ἔφη, κωλύει.— λέγοµεν δὴ ὑπὲρ αὐτῶν ὅτι ὦ Σώκρατές τε καὶ Γλαύκων, οὐδὲν δεῖ ὑµῖν ἄλλους ἀµφισβητεῖν· αὐτοὶ γὰρ ἐν ἀρχῇ τῆς κατοικίσεως ἣν ᾠκίζετε πόλιν, ὡµολογεῖτε δεῖν κατὰ φύσιν ἕκαστον ἕνα ἓν τὸ αὑτοῦ πράττειν. —ὡµολογήσαµεν, οἶµαι· πῶς γὰρ οὔ;— ἔστιν οὖν ὅπως οὐ πάµπολυ διαφέρει γυνὴ ἀνδρὸς τὴν φύσιν; —πῶς οὐ διαφέρει;— οὐκοῦν ἄλλο καὶ ἔργον ἑκατέρῳ προσήκει προστάττειν τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν;
9.3.8. —τί µήν;— πῶς οὖν οὐχ ἁµαρτάνετε νυνὶ καὶ τἀναντία ὑµῖν αὐτοῖς λέγετε φάσκοντες αὖ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας δεῖν τὰ αὐτὰ πράττειν πλεῖστον κεχωρισµένην φύσιν ἔχοντας; ἕξεις τι, ὦ θαυµάσιε, πρὸς ταῦτ’ ἀπολογεῖσθαι;”
9.3.9. <ἐπὶ> τούτοις εἰπών τινα περὶ τῆς ἀντιλογικῆς δυνάµεως ἐφεξῆς γράφει τὴν λύσιν τῆς ἀντιλογίας ὧδέ πως·
9.3.10. “κινδυνεύοµεν οὖν ἄκοντες ἀντιλογίας ἅπτεσθαι. πῶς; τὸ <µὴ> τὴν αὐτὴν φύσιν ὅτι οὐ τῶν αὐτῶν δεῖ ἐπιτηδευµάτων τυγχάνειν πάνυ ἀνδρείως τε καὶ ἐριστικῶς κατὰ τὸ ὄνοµα διώκοµεν, ἐπεσκεψάµεθα δὲ οὐδ’ ὁπηοῦν τί εἶδος τὸ τῆς ἑτέρας τε καὶ τῆς αὐτῆς φύσεως καὶ πρὸς τί τεῖνον ὡριζόµεθα τότε, ὅτε τὰ ἐπιτηδεύµατα ἄλλῃ φύσει ἄλλα, τῇ δὲ αὐτῇ τὰ αὐτὰ ἀπεδίδοµεν. —οὐ γὰρ οὖν, ἔφη, ἐπεσκεψάµεθα.
9.3.11. —τοιγάρτοι, εἶπον, ἔξεστιν ἡµῖν ὡς ἔοικεν ἀνερωτᾶν ἡµᾶς αὐτοὺς εἰ ἡ αὐτὴ φύσις φαλακρῶν καὶ κοµητῶν καὶ οὐχ ἡ ἐναντία, καὶ ἐπειδὰν ὁµολογῶµεν ἐναντίαν εἶναι, ἐὰν φαλακροὶ σκυτο<το>µῶσι, µὴ ἐᾶν κοµήτας, ἐὰν δ’ αὖ κοµῆται, µὴ τοὺς ἑτέρους.— γελοῖον µέντ’ ἂν εἴη, ἔφη.