Светлый фон

9.1.16. ὡς γὰρ τῶν αἰσθητῶν αἴσθησίς ἐστι τὸ κριτήριον, οὕτω τῶν νοητῶν ἑτέρα τις δύναµις, ἣν ὅπως ἄν τις ὀνοµάζειν βούληται, συγχωροῦµεν αὐτῷ, µή πως ἡµῖν τὸ πάρεργον τοῦ ἔργου µεῖζον γένηται.

9.1.17. χρώµεθα γὰρ ὀνόµασι καὶ ὅλως τῇ πρὸς ἀλλήλους διαλέκτῳ χάριν τοῦ δηλῶσαι τὰς κατὰ τὴν ψυχὴν δόξας ἃς ἐκ τοῦ σκοπεῖσθαι τὴν τῶν πραγµάτων φύσιν ἐκτησάµεθα.

9.1.18. γελοῖον οὖν ἐστι καταλιπόντας τοῦτο περὶ τῶν ὀνοµάτων ἁµιλλᾶσθαι.

9.1.19. Πῶς δέ φησιν ὁ ῾Ιπποκράτης τὴν τῶν πραγµάτων εὑρίσκεσθαι φύσιν; ἐὰν ἀπὸ τῶν µεγίστων καὶ ῥῄστων ἀρξώµεθα· µεγίστων µὲν κατὰ τὴν χρείαν, ῥᾴστων δὲ κατὰ τὴν ἡµετέραν γνῶσιν.

9.1.20. ἡ γάρ τοι φύσις ἄµφω ταῦθ’ ἡµῖν ἔδωκεν, αὐτά τε τὰ κριτήρια καὶ τὸ πιστεύειν αὐτοῖς ἀδιδάκτως.

9.1.21. αὐτὰ µὲν οὖν τὰ κριτήρια τά τε ὄργανα τῶν αἰσθήσεών ἐστι καὶ αἱ χρώµεναι τοῖς ὀργάνοις δυνάµεις· ἡ δὲ πίστις αὐτῶν ἀδίδακτός τε καὶ φύσει οὐκ ἀνθρώποις µόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχουσα.

9.1.22. καὶ γὰρ ὁρῶντα τὰ προσιόντα καὶ ἀκούοντα ψόφου τινὸς ἢ φωνῆς ὑποφεύγει µὲν αὐτίκα µείζονος ὀφθέντος ζῴου, µένει δὲ κατὰ χώραν, ἐὰν ἐλάττονός τε καὶ ἀσθενεστέρου τοῦ προσιόντος αἰσθάνηται.

9.1.23. εἰ µὲν οὖν ἀπιστεῖ τις τοῖς δι’ αἰσθήσεως ἢ νοήσεως ἐναργῶς φαινοµένοις, οὐδ’ ἐπιχειρεῖν χρὴ συστάσει τέχνης οὐδεµιᾶς· εἰ δὲ φαίνεται τὰ τῶν τεχνῶν ἔργα τῷ βίῳ τῶν ἀνθρώπων χρήσιµα, πάντως που τοῖς φυσικοῖς κριτηρίοις οἱ πιστεύοντες ἄνθρωποι τὴν κρίσιν αὐτῶν ἐποιήσαντο.

9.1.24. καὶ ἡµεῖς εὐτυχέστεροι κατὰ τοσοῦτον ἐκείνων ἐσµέν, ὅτι τὰ χρήσιµα πολλῷ χρόνῳ µετὰ καµάτων τε καὶ φροντίδων εὑρεθέντα τοῖς πρὸ ἡµῶν αὐτοὶ µανθάνοµεν ὀλίγῳ χρόνῳ.

9.1.25. ἐὰν οὖν τῷ λοιπῷ τοῦ βίου µὴ κατὰ τὸ πάρεργον ἀσκῶµεν τὰς τέχνας, ἀλλὰ περὶ τὴν τῶν ὁµοίων τε καὶ ἀνοµοίων διάγνωσιν ἀεὶ φροντίζωµεν, οὐδὲν κωλύει τῶν ἔµπροσθεν ἡµᾶς γενέσθαι βελτίους.

9.1.26. πῶς οὖν γυµνασόµεθα καὶ ἀσκήσοµεν ἡµᾶς αὐτούς; ἀπὸ τῶν γνωσθῆναι ῥᾴστων ἀρξάµενοι, καθάπερ ὁ ῾Ιπποκράτης εἶπε.

9.1.27. ταῦτα γάρ ἐστι τὰ µεγάλην ἔχοντα τήν τε εἰς ὅλον τὸν βίον χρείαν καὶ τὴν πρὸς ἄλληλα διαφοράν.

9.2.1. ᾿Ερῶ δὲ καὶ παράδειγµά σοι παρ’ ἑκατέρου τῶν ἀνδρῶν ἕνεκα νοήσεως ἐναργεστέρας.

9.2.2. ὁ µὲν οὖν ῾Ιπποκράτης οὕτως φησὶν ἐν Προγνωστικῷ· “σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήµασι· πρῶτον µὲν τὸ πρόσωπον τοῦ νοσέοντος εἰ ὅµοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, µάλιστα δὲ εἰ αὐτὸ ἑαυτῷ· οὕτως γὰρ ἂν εἴη ἄριστον· τὸ δὲ ἐναντιώτατον τοῦ ὁµοίου δεινότατον· εἴη δ’ ἂν τὸ τοιοῦτον· ῥὶς ὀξεῖα, ὀφθαλµοὶ κοῖλοι,” καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρηµένα.

9.2.3. φαίνεται γὰρ ἐν τούτοις τὴν ἀρχὴν τῆς διαγνώσεως τῶν προγνωστικῶν χωρίων ἀπὸ τῶν ἐναντιωτάτων τοῖς κατὰ φύσιν ἔχουσι πεποιηµένος, ἅπερ καὶ µέγιστ’ ἐστὶ καὶ πᾶσι γνωσθῆναι ῥᾷστα.