9.6.60. καὶ µέντοι καὶ τὰς διαφωνίας πρόσθεν ἔδειξα ἐντεῦθεν γεγονυίας τοιαύτας ὁποῖαι παρὰ µὲν τοῖς ἰατροῖς ἐγένοντο περί τε πτισάνης χρήσεως ὅσα τ’ ἄλλα προσφέρεται τοῖς νοσοῦσι, παρὰ δὲ τοῖς φιλοσόφοις περὶ τῶν τῆς ψυχῆς ἀρετῶν, ἐνίων µὲν οἰοµένων διδακτὰς ὑπάρχειν αὐτάς, ἐνίων δὲ φυσικὰς ἢ δι’ ἐθῶν καὶ ἀσκήσεως κτητάς.
9.6.61. εἰ γὰρ δὴ διῄρηντο τὰ τῆς ψυχῆς εἴδη καὶ σαφῶς ἐγνώκεσαν ἕτερον µὲν εἶναι τὸ λογιστικόν, ἕτερον δὲ τὸ ἄλογον, διττὴν ἔχον καὶ τοῦτο τοµήν, οὔτ’ ἂν τοῦ λογιστικοῦ τὴν [τ’] ἐπιστήµην ἀφῃροῦντο τοῖς τ’ ἀλόγοις οὐκ ἂν αὐτῆς µετεδίδοσαν.
9.6.62. ὥστε κἀκεῖνος ὁ λόγος ἐν ᾧ φησιν ὁ Πλάτων <ὡς> ἑκάστου τῶν ὄντων περὶ ὃ τέχνην τινὰ συστήσασθαι βουλόµεθα τὴν φύσιν τῆς οὐσίας ἀκριβῶς χρὴ γνῶναι, συνῆπταί τε καὶ κοινωνεῖ ταῖς νῦν εἰρηµέναις µεθόδοις.
9.6.63. ὁ γὰρ γνοὺς οὐχ ἁπλοῦν ἓν εἶδος ἐν ἡµῖν εἶναι ψυχῆς, ὥσπερ ἐν τοῖς φυτοῖς µὲν τὸ ἐπιθυµητικόν, ἐν θεοῖς δὲ τὸ λογιστικόν, <ἐν> ἀνθρώπῳ δ’ ἄµφω τε ταῦτα καὶ τρίτον ἐπ’ αὐτοῖς τὸ θυµοειδές, ἔγνω σὺν τούτῳ τῶν ἀρετῶν τὸν ἀριθµὸν καὶ τὴν δύναµιν καὶ τὴν κτῆσιν, ὥσπερ ὁ γνοὺς τὴν φυσικὴν κατασκευὴν τοῦ σώµατος ἡµῶν, ἐν µὲν τοῖς ὁµοιοµερέσι συµµετρίαν τῶν στοιχείων, ἐν δὲ τοῖς ὀργανικοῖς ἐκ τῆς τῶν ὁµοιοµερῶν ποσότητός τε καὶ πηλικότητος ἔτι τε διαπλάσεως ἑκάστου καὶ θέσεως ἀποτελεῖσθαι τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σώµατι ζῴου, τῆς συµµετρίας δηλονότι καθ’ ἕκαστον ζῷον τῶν εἰρηµένων φυλαττοµένης οἰκείας, αὐτὸς δὲ τῶν νοσηµάτων εὐπορήσει τῆς προσηκούσης ἑκάστῳ θεραπείας τε καὶ προφυλακῆς.
9.7.1. Εἰκότως οὖν ἔνιοι τὴν τῶν ὁµοίων τε καὶ οὐχ ὁµοίων ἀκριβῆ γνῶσιν αὐτάρκη νοµίζουσιν ὑπάρχειν εἰς µεθοδικὴν σύστασιν ἁπάσης τέχνης, εἴ γε καὶ πρὸς τὴν τῶν ἀµφισβητουµένων κρίσιν ἱκανὴ ποδηγός ἐστιν.
9.7.2. ὁµοιότητος γὰρ οὔσης πολλῆς ἐνίοις τῶν πιθανῶν µέν, οὐκ ἀληθῶν δὲ πρὸς τοὺς ὄντως ἀληθεῖς λόγους, ὁ γεγυµνασµένος διακρίνειν ἀπ’ ἀλλήλων αὐτοὺς εἴσεται σαφῶς ὅσοις τε χρὴ δόγµασι πιστεύειν ὡς ἀληθέσιν, ὅσων τε κατα-γιγνώσκειν ὡς ψευδῶν, ὅσων τε τὸ πιθανὸν ἄδηλον ὅπως ἀληθείας ἔχον προσέοικε τῷ ἀπιθάνῳ, ὥσπερ γε καὶ τῶν ἐπίσης ἀλλήλοις, εἴτε ἐν δυσὶν εἴτ’ ἐν τρισὶν εἴτε ἐν πλείοσιν ἡ ἔκτασις γένοιτο, µηδὲν ἡγεῖσθαι πιστότερον.
9.7.3. ἀνάγεται δὲ ἡ τούτων κρίσις εἰς φαντασίαν, ὡς µὲν οἱ νεώτεροι τῶν ᾿Ακαδηµαϊκῶν λέγουσιν, οὐ µόνον πιθανήν, ἀλλὰ καὶ περιωδευµένην καὶ ἀπερίσπαστον, ὡς δ’ οἱ περὶ τὸν Χρύσιππον, εἰς καταληπτικήν, ὡς δὲ κοινῇ πάντες ἄνθρωποι πεπιστεύκασιν, εἰς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ.
9.7.4. διαφέρειν µὲν οὖν ἀλλήλων δοκοῦσιν αἱ εἰρηµέναι λέξεις, εἰ δ’ ἐπιµελέστερόν τις σκοποῖτο, τὴν αὐτὴν ἔχουσι δύναµιν, ὥσπερ γε κἀπειδὰν φῇ τις ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἄρχεσθαι καὶ ταύτας τίθεσθαι πρῶτον ἁπάντων κριτήριον ἐξ ἑαυτοῦ πιστόν.