8.5.36. καὶ τοῦτον οὖν τὸν λόγον ὁ Πλάτων ἅπαντα παρέλιπεν, ὁ δ’ ῾Ιπποκράτης ὡς ἔφην διῆλθε διὰ τῶν ἐφεξῆς τῇ προγεγραµµένῃ ῥήσει. µόνη<ν> δ’ ἀρκέσει µοι τὴν ἀρχὴν αὐτῆς παραγράψαι κατὰ λέξιν οὕτως ἔχουσαν·
8.5.37. “οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὁ ἄνθρωπος δοκέουσί µοι ταύτῃ τῇ γνώµῃ χρῆσθαι· ὁρῶντες τοὺς πίνοντας ἀνθρώπους τὰ φάρµακα ἀπολλυµένους ἐν τῇσι καθάρσεσι, τοὺς µὲν χολὴν ἐµέοντας, τοὺς δέ τινας φλέγµα, τοῦθ’ ἕκαστον αὐτῶν ἐνόµισαν εἶναι τὸν ἄνθρωπον ὅ τι καθαιρόµενον εἶδον ἀποθανόντα·
8.5.38. καὶ οἱ τὸ αἷµα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτῇ γνώµῃ χρῶνται· ὁρῶντες ἀποσφαζοµένους τοὺς ἀνθρώπους καὶ τὸ αἷµα καταρρέον ἐκ τοῦ σώµατος, τοῦτο νοµίζουσιν εἶναι τὴν ψυχὴν τῶν ἀνθρώπων καὶ µαρτυρίοισι τούτοισι χρῶνται ἐν τοῖσι λόγοισι.”
8.5.39. ταῦτα προειπὼν ὁ ῾Ιπποκράτης ἐφεξῆς ἐλέγχει τὴν δόξαν τῶν οὕτως ὑπολαµβανόντων, ἅπερ εἴ τις µέλλει πάντα ἀναγιγνώσκειν, ἐκ τοῦ Περὶ φύσιος ἀνθρώπου βιβλίου πάρεστιν αὐτῷ· τὸ γὰρ σύγγραµµα παρὰ πᾶσιν ἀνθρώποις ἐστί.
8.6.1. ᾿Εγὼ δὲ µήκους φειδόµενος ἐπὶ τὰ συνεχῆ τοῦ λόγου τρέψοµαι. µετὰ γὰρ τὸ κατασκευάσαι τοὺς τέτταρας χυµοὺς ἡµῖν εἶναι κατὰ φύσιν, ὑπερβάλλοντας δὲ ποσότητι καὶ ἀλλοιουµένους κατὰ ποιότητα νόσων αἰτίους γίγνεσθαι, µετὰ ταῦτα δείκνυσιν ἐν µὲν τῷ χειµῶνι πλεονάζον τὸ φλέγµα, τοῦ δ’ ἦρος τὸ αἷµα καὶ τοῦ θέρους τὴν ξανθὴν χολὴν καὶ τοῦ φθινοπώρου τὴν µέλαιναν.
8.6.2. ἄµεινον δ’ ἐστὶν αὐτὴν τὴν ῥῆσιν ὅλην αὐτοῦ παραγράψαι κατὰ λέξιν οὕτως ἔχουσαν· “αὔξεται δ’ ἐν τῷ ἀνθρώπῳ τὸ φλέγµα τοῦ χειµῶνος· τοῦτο γὰρ τῷ χειµῶνι κατὰ φύσιν µάλιστα τῶν ἐν τῷ σώµατι ἐνεόντων ψυχρότατόν ἐστι.
8.6.3. τεκµήρια δὲ τούτων ὅτι τὸ φλέγµα ψυχρότατον· εἰ θέλοις ψαῦσαι φλέγµατος καὶ χολῆς καὶ αἵµατος, τὸ φλέγµα εὑρήσει ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ µάλιστα ἄγεται µετά γε χολὴν µέλαιναν· ὅσα δὲ βίῃ ἔρχεται, θερµότερα γίνεται ἀναγκαζόµενα ὑπὸ τῆς βίης· ἀλλ’ ὅµως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγµα φαίνεται ὑπὸ τῆς φύσεως τῆς ἑωυτοῦ.
8.6.4. ὅτι δ’ ὁ χειµὼν πληροῖ φλέγµατος τὸ σῶµα, γνοίης ἂν τοῖσδε· οἱ ἄνθρωποι πτύουσι καὶ ἀποµύσσονται φλεγµατωδέστατον τοῦ χειµῶνος καὶ τὰ οἰδήµατα λευκὰ γίγνονται µάλιστα κατὰ ταύτην τὴν ὥραν καὶ τἆλλα νοσήµατα φλεγµατώδεα.
8.6.5. τοῦ δ’ ἦρος ἔτι µένει ἰσχυρὸν τὸ φλέγµα [ἐστὶν] ἐν τῷ σώµατι καὶ τὸ αἷµα αὔξεται· τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίγνεται, τὸ δ’ αἷµα αὔξεται ὑπό τε τῶν ὄµβρων καὶ ὑπὸ τῶν θερµηµεριῶν· κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτ’ ἐστὶ µάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ ἐστι καὶ θερµόν.
8.6.6. γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος µάλιστα ὑπὸ τῶν δυσεντεριῶν ἁλίσκονται καὶ ἐκ τῶν ῥινῶν τὰ αἵµατα ῥέει αὐτοῖσι καὶ θερµότατοί εἰσι καὶ ἐρυθροί.