9.3.12. —ἆρα κατ’ ἄλλο τι, εἶπον ἐγώ, γελοῖον ἢ ὅτι τότε οὐ πάντως τὴν αὐτὴν καὶ τὴν ἑτέραν φύσιν ἐτιθέµεθα, ἀλλ’ ἐκεῖνο τὸ εἶδος τῆς ἀλλοιώσεώς τε καὶ ὁµοιώσεως µόνον [ὂν] ἐφυλάττοµεν τὸ πρὸς αὐτὰ τεῖνον τὰ ἐπιτηδεύµατα; οἷον ἰατρικὸν µὲν καὶ ἰατρικὴν τὴν ψυχὴν ὄντα τὴν αὐτὴν φύσιν ἔχειν ἐλέγοµεν· ἢ οὐκ οἴει; ἔγωγε. ἰατρικὸν δέ γε καὶ τεκτονικὸν ἄλλην;— πάντως που.
9.3.13. —οὐκοῦν, ἦν δ’ ἐγώ, καὶ τὸ τῶν ἀνδρῶν καὶ τὸ τῶν γυναικῶν γένος, ἐὰν µὲν πρὸς τέχνην τινὰ ἢ ἄλλο ἐπιτήδευµα διαφέρον φαίνηται, τοῦτο δὴ φήσοµεν ἑκατέρῳ δεῖν ἀποδιδόναι· ἐὰν δ’ αὐτῷ τούτῳ φαίνηται διαφέρειν, τῷ τὸ µὲν θῆλυ τίκτειν, τὸ δ’ ἄρρεν ὀχεύειν, οὐδέν τί πω φήσοµεν µᾶλλον ἀποδεδεῖχθαι ὡς πρὸς ὃ ἡµεῖς λέγοµεν διαφέρει γυνὴ ἀνδρός, ἀλλ’ ἔτι οἰησόµεθα δεῖν τὰ αὐτὰ ἐπιτηδεύειν τούς τε φύλακας ἡµῶν καὶ τὰς γυναῖκας αὐτῶν.— καὶ ὀρθῶς γ’, ἔφη[ν].
9.3.14. —οὐκοῦν µετὰ τοῦτο κελεύοµεν τὸν τὰ ἐναντία λέγοντα τοῦτο αὐτὸ διδάσκειν ἡµᾶς, πρὸς τίνα τέχνην ἢ τί ἐπιτήδευµα τῶν περὶ πόλεως κατασκευὴν οὐχ ἡ αὐτὴ ἀλλ’ ἑτέρα φύσις γυναικός τε καὶ ἀνδρός;— δίκαιον γοῦν.
9.3.15. —τάχα τοίνυν ἄν, ὅπερ σὺ ὀλίγῳ π<ρ>ότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος ὅτι ἐν µὲν τῷ παραχρῆµα ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαµένῳ δὲ οὐδὲν χαλεπόν.— εἴποι γὰρ ἄν.
9.3.16. —βούλει οὖν δεώµεθα τοῦ τὰ τοιαῦτα ἀντιλέγοντος [µου] ἀκολουθῆσαι ἡµῖν, ἐάν πως ἡµεῖς ἐκεῖνο ἐνδειξώµεθα, ὅτι οὐδέν ἐστιν ἐπιτήδευµα ἴδιον γυναικὶ πρὸς διοίκησιν πόλεως;— πάνυ γε.
9.3.17. —ἴθι δή, φήσοµεν πρὸς αὐτόν, ἀποκρίνου· ἆρ’ οὕτως ἔλεγες τὸν µὲν εὐφυῆ πρός τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν ᾧ ὁ µὲν ῥᾳδίως τι µανθάνοι, ὁ δὲ χαλεπῶς; καὶ ὁ µὲν ἀπὸ βραχείας µαθήσεως ἐπὶ πολὺ εὑρετικὸς εἴη οὗ ἔµαθεν, ὁ δὲ πολλῆς µαθήσεως τυχὼν καὶ µελέτης µηδὲ ἃ ἔµαθε σῴζοιτο; καὶ τῷ µὲν τὰ τοῦ σώµατος ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ δ’ ἐναντιοῖτο; ἆρα ἄλλ’ ἄττα ἐστὶν ἢ ταῦτα οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν µὴ ὡρίζου;— οὐδείς, ἦ δ’ ὅς, ἄλλα φήσει.
9.3.18. —οἶσθά τι οὖν ὑπὸ ἀνθρώπων µελετώµενον ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει τοῦ τῶν γυναικῶν; ἢ µακρολογῶµεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποµάτων τε καὶ ἑψηµάτων θεραπείαν, ἐν οἷς δή <τι> δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάµπολυ ἡττώµενον; ἀληθῆ λέγεις, ἔφη, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους. γυναῖκες µέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά, τὸ δ’ ὅλον ἔχει ὡς σὺ λέγεις.
9.3.19. οὐδέν ἐστιν ἄρα, ὦ φίλε, ἐπιτήδευµα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνή, οὐδὲ ἀνδρὸς διότι ἀνήρ, ἀλλ’ ὁµοίως διεσπαρµέναι αἱ φύσεις ἐν ἀµφοῖν τοῖν ζῴοιν καὶ πάντων µὲν µετέχει γυνὴ ἐπιτηδευµάτων κατὰ φύσιν, πάντων δ’ ἀνήρ, ἐπὶ πᾶσι δ’ ἀσθενέστερον γυνὴ ἀνδρός.— πάνυ <γε>.