9.6.27. ὥστε µόνος εὑρήσει τῆς τε διαφωνίας τὴν αἰτίαν καὶ τοὺς διορισµοὺς οἷς προσέχων τις ἐπὶ τὸ τῷ κάµνοντι συµφέρον ἀφίξεται. τῶν δ’ ἄλλων οὐδεὶς γνώσεται τοῦτο· τοῖς [τε] γὰρ ἐγνωσµένοις διὰ πείρας ἐπιµένοντες ἐκεῖνα µόνα παραλαµβάνουσιν αἰτιώµενοι φύσιν ἢ τύχην ἤ τι τοιοῦτον τῆς βλάβης αἴτιον γενέσθαι.
9.6.28. Tοῦτ’ οὖν αὐτὸ καὶ κατὰ τὸ περὶ ἀγµῶν ἐδήλωσεν ὁ ῾Ιπποκράτης ἐπὶ τῶν µεθ’ ἕλκους καταγµάτων ἐν τῇδε τῇ ῥήσει· “ἄλλοι δέ τινές εἰσιν οἳ ὀθονίοισι τὰ τοιαῦτ’ ἰητρεύουσιν εὐθέως καὶ ἔνθεν µὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖσιν ὀθονίοισι, κατὰ τὸ ἕλκος δὲ αὐτὸ διαλείπουσι καὶ ἐῶσιν ἀνεψύχθαι· ἔπειτα καὶ ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι καὶ σπλήνεσιν οἰνηροῖσιν ἢ ἐρίοισιν οἰσυπροῖσι θεραπεύουσιν.
9.6.29. αὕτη ἡ ἴασις κακὴ καὶ εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ µέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι κατήγµασι καὶ ἐν τοῖσι τοιούτοισι.
9.6.30. µέγιστον γάρ ἐστι τὸ γιγνώσκειν καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου καὶ καθ’ ὁποῖον µάλιστα πεπιέχθαι καὶ οἷά τε ὠφελέονται ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ µάλιστα χρή, καὶ οἷα βλάπτονται ἢν µὴ ὀρθῶς τις βάλληται µηδὲ πιέζῃ <ᾗ µάλιστα χρή>, ἀλλὰ ἔνθεν καὶ ἔνθεν.
9.6.31. εἴρηται µὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραµµένοισιν ὁποῖα ἀφ’ ἑκατέρων ἀποβαίνει, µαρτυρέει δὲ καὶ αὐτὴ ἡ ἰητρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεοµένῳ τὸ οἶδος ἐξαείρεσθαι εἰς αὐτὸ τὸ ἕλκος.
9.6.32. καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν µὲν καὶ ἔνθεν ἐπιδεθείη, ἐν µέσῳ δὲ διαλειφθείη, µάλιστα κατὰ τὴν διάλειψιν οἰδήσειεν ἂν καὶ ἀχροιήσειε.
9.6.33. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτ’ ἂν πάθοι; ἀναγκαίως οὖν ἔχει ἄχροον µὲν καὶ ἐκπεπιεγµένον εἶναι τὸ ἕλκος, δακρυῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δ’ ἢν <καὶ µὴ> µέλ<λ>ῃ ἀποστῆναι ἀποστατικὰ γενέσθαι· σφυγµῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη.
9.6.34. ἀναγκάζονται <δὲ> διὰ τὸ οἶδος ἐπικαταπλάσσειν· ἀσύµφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεοµένοισιν· ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγµῷ ἐπιγίγνεται.
9.6.35. τελευτῶντες δ’ ἀπολύουσι τὰ ἐπιδέσµατα, ὁπόταν σφιν παλινκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος· οὐδὲν δὲ ἧσσον καὶ ἤν τι ἄλλο τοιοῦτον λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν.
9.6.36. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν καὶ τὴν ἀνάψυξιν αἰτίαν εἶναι τοῦ ἕλκους, ἀλλὰ ἄλλην τινὰ ἀτυχίην.”
9.6.37. οὐκ οἴονται, φησί, τὴν κακὴν ἐπίδεσιν αἰτίαν εἶναι τῆς βλάβης, ἀλλ’ ἄλλην τινὰ ἀτυχίαν. διὰ τοῦτ’ οὖν οὐδ’ ἀφίστανται τῆς εἰωθυίας αὐτοῖς ἀγωγῆς, ἀλλ’ ἐπιµένουσι τοῖς κακῶς ἐγνωσµένοις.
9.6.38. Aὕτη µοι ἡ τοῦ προβλήµατος λύσις ἐστί, καθ’ ὃ τὴν αἰτίαν ἡµᾶς σκέψασθαι τῆς ἐν τοῖς ἰάµασι δεῖ διαφωνίας, ἣν καθόλου περιλαβὼν ἄν τις εἴποι διαφορὰν εἶναι τοῦ γενικῶς νοουµένου τε καὶ λεγοµένου καὶ προβαλλοµένου πράγµατος, ἐάν τε πάθος ἐάν τε ὕλη τις ᾖ βοηθήµατος.