Светлый фон

9.6.50. οὕτως δὲ καὶ περὶ µελικράτου καὶ µέλιτος ὕδατός τε καὶ ὀξυµέλιτος καὶ πτισάνης καὶ βαλανείων ἔγραψε τοὺς διορισµοὺς µεµφόµενος τοὺς ἐπὶ πάντων τῶν ὀξέως νοσούντων ἤτοι κελεύοντας ἢ κωλύοντας ἑκάστῳ τῶν εἰρηµένων χρῆσθαι.

9.6.51. πρὸς γὰρ τὸν ἐρόµενον εἰ δοτέον οἶνον τοῖς πυρέττουσιν, ἀποκριτέον ὡς τῷδε µέν τινι δοτέον, οὐ δοτέον δὲ τῷδε· καὶ κατὰ τὸν καιρὸν ἤτοι δοτέον ἢ οὐ δοτέον ἐστί.

9.6.52. Tαὐτὸν δὲ τοῦτο καὶ περὶ ἡδονῆς ὁ Πλάτων ἐποίησε, τινὰς µὲν αὐτῶν φεύγειν ἡµᾶς κελεύων, τινὰς δὲ προσίεσθαι· τὰς µὲν γὰρ ἐπὶ µαθήµασιν ὠφελίµοις τε καὶ καλοῖς καὶ ὅλως ἁπάσαις ταῖς καλαῖς πράξεσι προσίεσθαι χρή, τὰς δ’ ἐπ’ οἰνοφλυγίαις ἢ λιχνείαις ἢ ἀφροδισίοις φεύγειν, ὅσαι δὲ µηδὲν τούτων ἀποκεκριµένον ἔχουσι, µήτε φεύγειν µήτε διώκειν.

9.6.53. εὑρίσκονται δὲ δηλονότι τοῦ γένους τῶν ἡδονῶν αἱ διαφοραὶ κατὰ τὴν διαιρετικὴν µέθοδον, ὡς ἐν ὅλῳ τῷ Φιλήβῳ δείκνυσιν ὁ Πλάτων τὰς διαφορὰς ἁπάσας αὐτῶν διδάσκων.

9.6.54. καὶ διὰ τοῦτ’ οὖν ἔφην παρακεῖσθαι καὶ κοινωνεῖν <τὰ> κατὰ τὴν διαιρετικὴν ὁδὸν εὑρισκόµενα τοῖς κατὰ τὴν ὁµοίου γνῶσιν· ὁµοιότης µὲν γάρ ἐστι ταῖς ἡδοναῖς πρὸς ἀλλήλας, ἡ µὲν κοινοτάτη κατὰ τὸ γένος ἓν γάρ τι κοινόν ἐστιν ἐν αὐταῖς, καθ’ ὃ τὴν προσηγορίαν ἐκτήσατο κοινήν, ἕτεραι δὲ κατὰ τὴν ἐν ταῖς ἰδίαις διαφοραῖς ἰδέαν.

9.6.55. αἱ µὲν γὰρ ἁπλαῖ ταῖς ἁπλαῖς πρὸς τῷ κοινῷ τῆς ἡδονῆς εἴδει καὶ τὸ κατὰ τὴν ἁπλότητα προσλαβοῦσαι µείζονα τὴν ὁµοιότητα προσλαµβάνουσιν, ὥσπερ γε καὶ [ἐν] ταῖς συνθέτοις αἱ σύνθετοι καὶ αἱ σωµατικαὶ ταῖς σωµατικαῖς αἵ τε ψυχικαὶ ταῖς ψυχικαῖς αἵ τε ὠφέλιµοι ταῖς ὠφελίµοις αἵ τε βλαβεραὶ ταῖς βλαβεραῖς, ὥσπερ γε καὶ αἱ κατὰ τὰς καλὰς πράξεις καὶ αἱ κατὰ τὰς κακὰς ἀλλήλαις ἑκάτεραι· παραπλησίως δὲ καὶ αἱ µὲν κατὰ τὸ λογιστικὸν εἶδος τῆς ψυχῆς ἀλλήλαις, αἱ δὲ κατὰ τὸ θυµοειδὲς ἢ ἐπιθυµητικόν, ὁµοίως καὶ αἵδε κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλαις.

9.6.56. Oἱ δὲ χωρὶς τοῦ τέµνειν εἰς τὰς οἰκείας διαφορὰς ἕκαστον τῶν γενῶν ἀποφηνάµενοί τι καθόλου καὶ ἀδιορίστως ἰατροί τε καὶ φιλόσοφοι πολλὰ τῶν ἐναργῶς φαινοµένων ὁσηµέραι µαχόµενα ταῖς ἑαυτῶν ἀποφάσεσιν ἴσχουσιν.

9.6.57. ὁ γὰρ ἐπαινούµενος ὑπὸ τῶν κατὰ τὰς τέχνας ἁπάντων ἀξιολόγων ἀνδρῶν διορισµὸς ἐκ τοῦ γεγυµνάσθαι κατὰ τὰς δύο ταύτας θεωρίας ὑπὲρ ὧν ἐν τῷδε τῷ γράµµατι διῆλθον, ἀποτελεῖται.

9.6.58. λέγω δὲ δύο θεωρίας τήν τ’ ἐκ τῆς τῶν ὁµοίων τε καὶ ἀνοµοίων διακρίσεως καὶ τὴν ἐκ τῆς κατὰ διαίρεσίν τε τῶν γενῶν ἄχρι τῶν ἀτόµων ὁδοῦ τῆς τ’ ἀντιστρόφου ταύτῃ συνθέσεως, δηλονότι <τῆς> ἐκ τῶν κατὰ µέρος ἐπὶ τὸ πρῶτον γένος ἀνόδου διὰ τῶν ἐν τῷ µεταξὺ διαφορῶν.

9.6.59. καὶ ταύτας ἀµφοτέρας τὰς µεθόδους κάλλιστα καὶ ἄριστα τῶν ἔµπροσθεν ἰατρῶν τε καὶ φιλοσόφων ῾Ιπποκράτης τε καὶ Πλάτων εὗρον ἐπέδειξάν τε πολλὰ <κατὰ τὰ> συγγράµµατα ψευδῶς λεγόµενα πρὸς τῶν ἀγνοούντων διορίζεσθαι τὰ κοινὰ τῶν ἰδίων.