9.5.35. καθορῶν δ’ ὡς οὐδεὶς ἡµῶν οὐδ’ ἂν ἓν αὐτὸ καθ’ ἑαυτὸ ἄνευ πάντων αὐτῶν µάθοι, τοῦτον τὸν δεσµὸν αὖ λογισάµενος ὡς ὄντα ἕνα καὶ ταῦτα πάντα ἕν πως ποιοῦντα, µίαν ἐπ’ αὐτοῖς ὡς οὖσαν γραµµατικὴν τέχνην ἐπεφθέγξατο προσειπών.”
9.5.36. ταῦτα µὲν ὁ Πλάτων ἔγραψεν ἐν Φιλήβῳ περὶ συστάσεως τεχνῶν, τῆς κατὰ µέθοδον δηλονότι τὴν λογικήν, οὐ τῆς ἐκ τῆς πολυχρονίου τηρήσεως καὶ τῆς τῶν κατὰ µέρος ἀθροιζοµένης ἐµπειρίας.
9.5.37. ὅτι δ’ οὐκ ἄνευ τοῦ γεγυµνάσθαι περὶ διαίρεσίν τε καὶ σύνθεσιν οἷόν τε γενέσθαι τὴν λογικὴν σύστασιν τῶν τεχνῶν, εὔδηλόν ἐστιν ἐξ ὧν ἄχρι τοῦ δεῦρο λέλεκταί µοι.
9.5.38. καὶ µέντοι καὶ καθ’ ὅλον τὸ βιβλίον τὸν Φίληβον ἐν τοῖς ἑξῆς ἔργῳ δείκνυσι τὴν µέθοδον ἐπὶ τῆς ἡδονῆς ἁπάσας αὐτῆς τὰς διαφορὰς διελθών.
9.6.1. Οὕτω δὲ καὶ ὁ ῾Ιπποκράτης ἔφθασεν ἐν τῷ περὶ διαίτης ὀξέων µεµψάµενος τοὺς Κνιδίους ἰατροὺς ὡς ἀγνοοῦντας τὰς κατ’ εἴδη καὶ γένη διαφορὰς τῶν νοσηµάτων, αὐτὸς δὲ δείκνυσι τοὺς διορισµοὺς καθ’ οὓς τὸ δοκοῦν ἓν εἶναι πολλὰ γίγνεται τεµνόµενον, οὐκ ἐπὶ νοσηµάτων µόνον ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐν ᾧ τοὺς πλείστους τῶν ἐνδοξοτάτων ἰατρῶν εὑρεῖν ἐστιν ἐσφαλµένους ἄχρι καὶ τῶν βοηθηµάτων.
9.6.2. ἔνιοι µὲν γὰρ ἐπὶ τὰς κατὰ µέρος αὐτῶν ἐλθόντες χρείας ἀµέθοδον εἰργάσαντο τὴν διδασκαλίαν, ἔνιοι δὲ τὸ κοινότατον εἰπόντες ἄχρι µὲν τῆς προχείρου φαντασίας µεθοδικώτερον ἐποιήσαντο τὸν λόγον, τῇ ἀληθείᾳ δὲ µοχθηρότερον.
9.6.3. ἐντεῦθεν δὲ διεφώνησαν ἀλλήλοις, ἔνιοι µὲν ὡς οἰκεῖον βοήθηµα τοῦδέ τινος τοῦ πάθους, οἷον, εἰ τύχοι, πλευρίτιδος, ἀποφηνάµενοι τὴν φλεβοτοµίαν, ἔνιοι δὲ τὴν κάθαρσιν, ὥσπερ γε καὶ πυρίαν οἱ µὲν διὰ σπόγγων, οἱ δὲ διὰ τῶν καλουµένων ὑπὸ τῶν ἰατρῶν µαρσίπων ἤ τινος ἑτέρου.
9.6.4. κατὰ ταὐτὰ δὲ καὶ περὶ λουτρῶν καὶ περὶ ἀλουτίας διηνέχθησαν ὀξυµέλιτός τε καὶ µελικράτου καὶ ὕδατος καὶ οἴνου καὶ πτισάνης ἤτοι τοῦ διηθηµένου χυλοῦ µόνου διδόντες ἢ τῆς κριθώδους µόνης, οἱ δὲ καὶ σιτίων, ἄλλως ἄλλου διορισαµένου τάς τε διαφορὰς τῶν καµνόντων καὶ τῶν εἰρηµένων, <ὧν> ἔδειξε χρῇζον τὸ τῆς πλευρίτιδος πάθος.
9.6.5. ὅπως µὲν οὖν αὐτὸς διῆλθεν ἀτακτότερον πρῶτος εὑρίσκων, ἐν τοῖς ὑποµνήµασιν ἐξήγηµαι τοῦ Περὶ διαίτης ὀξέων, ὅ τινες µὲν ἐπιγράφουσι Πρὸς τὰς Κνιδίας γνώµας, ἔνιοι δὲ Περὶ πτισάνης, ἑκάτεροι µοχθηρῶς.
9.6.6. ἐγὼ δ’ ἵνα καὶ τούτου τοῦ λόγου ἔχωσι διὰ συντόµων σαφῆ τὴν διδασκαλίαν οἱ φιλοµαθεῖς, οὐκ ὀκνήσω δηλῶσαι τὰ κεφάλαια.
9.6.7. τῶν γάρ τοι πλευριτικῶν ἄρτι µὲν ἀρχοµένων ὀδυνᾶσθαι τὴν πλευράν, ὡς ἂν οὐδέπω τῆς διαθέσεως οὔσης σαφοῦς, ἀ<πο>πειρᾶσθαι κελεύει τῶν πυριάσεών τε καὶ θερµασµάτων ὀνοµαζοµένων καὶ διῆλθεν αὐτὸς τὴν ὕλην· εἶτα ἂν µὴ λύηται σκεψάµενον εἴτε “νεοβρῶτι ἐόντι” καὶ εἴτε “ὑποκεχωρηκυίας τῆς κοιλίας” εἴτε µή, διδάσκει τί ποιητέον ἐστίν.