9.6.18. καὶ µετ’ ὀλίγα, “φηµὶ δὴ πάνκαλον εἶναι τοῦτο τὸ σκέµµα, ἠδελφισµένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισι· καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγίειάν τι µέγα δύνασθαι καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφάλειαν καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει.”
9.6.19. Tὸ περὶ τῆς διαφωνίας, φησί, τῶν τεχνιτῶν σκέµµα µεγίστην ἔχει δύναµιν οὐ µόνοις τοῖς νοσοῦσιν ἐς ὑγιείας κτῆσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν, ἐς φυλακὴν αὐτῆς δηλονότι, καὶ τοῖς ἀσκοῦσιν ἐς εὐεξίην τοῦ σώµατος πρός τε τὴν κτῆσιν αὐτῆς καὶ διαµονήν· εἶτα προσέθηκε “καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει,” δηλῶν ἡµῖν οὐ µόνον εἰς ἰατρικὴν ἀλλὰ καὶ τὰς ἄλλας τέχνας ἐκτετάσθαι τὸ σκέµµα καὶ τὴν λύσιν αὐτοῦ.
9.6.20. θαυµάσαι γάρ ἐστι διὰ τί τέχνην µετιόντες οἱ ἰητροὶ καθ’ ἣν τῇ πείρᾳ τὰ προσφερόµενα βοηθήµατα κριθῆναι δύναται, πότερον ὠφέλησεν ἢ ἔβλαψεν, ὅµως ἐναντιωτάτας ἀποφάσεις ἐποιήσαντο περὶ τῶν ὠφελούντων τε καὶ βλαπτόντων.
9.6.21. ἐν µὲν γὰρ φιλοσοφίᾳ µὴ πεπαῦσθαι τὰς πλείστας τῶν διαφωνιῶν οὐδὲν θαυµαστόν, ὡς ἂν µὴ δυναµένων τῶν πραγµάτων ἐναργῶς κριθῆναι τῇ πείρᾳ καὶ διὰ τοῦτο τινῶν µὲν ἀποφηναµένων ἀγέννητον εἶναι τὸν κόσµον, τινῶν δὲ γεννητόν, ὥσπερ γε καὶ τινῶν µὲν οὐδὲν ἔξωθεν αὐτοῦ περιέχον εἶναι, τινῶν δὲ εἶναι λεγόντων καὶ τούτων αὐτῶν [περιεχόµενόν τι φάντων] ἐνίων µὲν κενὸν ἀποφηναµένων εἶναι τοῦτο µηδεµίαν οὐσίαν ἔχον ἐν ἑαυτῷ, τινῶν δὲ κόσµους ἄλλους ἀριθµῷ ἀπεριλήπτους, ὡς εἰς ἄπειρον ἐκτετάσθαι πλῆθος.
9.6.22. αἰσθήσει γὰρ ἐναργεῖ τὴν τοιαύτην διαφωνίαν ἀδύνατον κριθῆναι. οὐ µὴν ὅµοιόν γέ ἐστι τὸ τῆς ὠφελείας καὶ βλάβης τῶν προσφεροµένων τοῖς σώµασιν ἰαµάτων εἰς διαφωνίαν ἀφικόµενον ἐν τοῖς ἰατροῖς, δυναµένοις γ’ αὐτῶν κρῖναι τῇ πείρᾳ τό τ’ ὠφελοῦν καὶ τὸ βλάπτον.
9.6.23. Tούτου τοίνυν τοῦ ζητήµατος ἡ λύσις οὐ πάνυ τι σαφῶς εἴρηται τῷ ῾Ιπποκράτει καὶ διὰ τοῦτο σχεδὸν ἅπαντας ἔλαθε τοὺς ἐξηγησαµένους τὸ βιβλίον.
9.6.24. ἐστὶ δὲ τοιάδε· τῶν νοσούντων ἔνιοι µὲν ἀσιτίας χρῄζουσιν ἄχρις ἂν ἡ νοῦσος κριθῇ, τινὲς δὲ τροφῆς καὶ τούτων ἔνιοι µὲν τῆς κριθώδους πτισάνης, ἔνιοι δὲ τοῦ χυλοῦ µόνου, καθάπερ γε καὶ στερεωτέρας ἔνιοι, καὶ µέντοι καί τινες µὲν ὀξυµέλιτος ἢ µελικράτου, τινὲς δ’ ὕδατος ἢ οἴνου.
9.6.25. διὰ τοῦτο τοῖς ἰατροῖς, ὅσοι τῇ πείρᾳ µόνῃ τὴν τέχνην συνεστήσαντο, χρήσιµον ἔδοξεν ἐκεῖνο µόνον ὃ κατὰ τύχην αὐτοῖς ἐφάνη πλεονάκις ὠφελῆσαν. οὐδὲ γὰρ ἐπὶ τοὐναντίον εἶδος ἀφικέσθαι τῆς διαίτης τολµῶσιν ὡς κἀκείνου πειραθῆναι, τὴν ἀτυχίαν δεδιότες.
9.6.26. µόνος οὖν ὁ τήν τε φύσιν εἰδὼς τοῦ κάµνοντος καὶ τὴν τοῦ νοσήµατος διάθεσιν καὶ τὴν τοῦ προσαχθησοµένου βοηθήµατος δύναµιν ἔτι τε τὸν καιρὸν ἐν ᾧ χρηστέον αὐτῷ, τολµῆσαι δυνήσεται χρησάµενος τῷ λογικῶς ἐπινοηθέντι βοηθήµατι τῇ πείρᾳ βεβαιῶσαι τὴν ἐλπίδα.