Светлый фон

9.6.39. λέγω δὲ πάθος µὲν οἷον τὴν πλευρῖτιν, ἐφ’ ἧς ὡς ἐπὶ παραδείγµατος ἐποιήσατο τὸν λόγον, ὕλην δὲ µελίκρατον ἢ οἶνον ἢ ὕδωρ ἢ ὀξύκρατον.

9.6.40. καθ’ ἕκαστον γὰρ τούτων ἴδιαί τινές εἰσι διαφοραί, περὶ ὧν ἁπασῶν ὁ ῾Ιπποκράτης οὐ µόνον δι’ ὀλίγων ῥηµάτων, ἀλλὰ καὶ σαφῶς ἐδίδαξε τοὺς διορισµοὺς οἷς ἐχρῆν διαιρεῖσθαι τὰς διαφοράς.

9.6.41. ἐµοὶ δὲ ἀρκέσει παραδείγµατός τινος ἐξ αὐτῶν µνηµονεῦσαι τοῦ περὶ τῶν οἴνων λόγου κατὰ τήνδε τὴν ῥῆσιν εἰρηµένου·

9.6.42. “γλυκύν τε οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ µέλανα καὶ µελίκρατον καὶ ὕδωρ καὶ ὀξύµελι τοισίδε σηµαινόµενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν· ὁ µὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόµενος καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ’ ἔντερον, µεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος, οὐκ ἐπιτήδειος δ’ οὐδὲ τοῖσι πικροχόλοισι· καὶ γὰρ οὖν καὶ διψώδης τοῖσί γε τοιούτοις ἐστί· ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω, οὐ µὴν πολέµιός γε τῷ κάτω ἐντέρῳ κατὰ λόγον τῆς φύσης· καίτοι οὐ πάνυ πορίµη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλ’ ἐγχρονίζει περὶ ὑποχόνδρια.

9.6.43. καὶ γὰρ οὖν ἧσσον οὐρητικὸς οὗτος τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ· πτυάλου δ’ ἀναγωγὸς µᾶλλόν ἐστι τοῦ ἑτέρου ὁ γλυκύς.

9.6.44. καὶ οἷσι µὲν διψώδης ἐστὶ πινόµενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ µὴ διψώδης, µᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου.

9.6.45. ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται µὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ µέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· εἰς δὲ κύστιν µᾶλλον πόριµος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς δ’ ἐὼν καὶ καταρρηκτικὸς ἀεὶ πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ’ ὅµως κατὰ κύστιν ἡ κάθαρσις ὑπ’ αὐτοῦ γιγνοµένη ῥύεται, ἢν προτρέπηται ὁκοῖα δεῖ.

9.6.46. καλὰ δὲ ταῦτα τεκµήριά ἐστι τὰ περὶ οἴνου καὶ ὠφελείας καὶ βλάβης, ὅσα ἀκαταµάθητα ἦν τοῖσιν ἐµεῦ γεραιτέροισιν.

9.6.47. κιρρῷ δ’ αὖ οἴνῳ καὶ µέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη µὲν µὴ ἐνείη µηδὲ φρενῶν ἅψις µηδὲ τὸ πτύαλον κωλύοιτο τῆς ὁδοῦ µηδὲ τὸ οὖρον ἴσχοιτο, διαχωρήµατα δὲ πλαδαρώτερα καὶ ξυσµατωδέστερα εἴη· ἐν δὲ τοῖσι τοιούτοισι πρέποι ἂν µάλιστα µεταβάλλειν ἐκ τοῦ λευκοῦ καὶ ὅσα τούτοισιν ἐµφερέα.

9.6.48. προσξυνιέναι δὲ δεῖ ὅτι τὰ µὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει ἢν ὑδαρέστερος ᾖ, τὰ δὲ κατ’ ἔντερον καὶ µᾶλλον ὀνήσει ἢν ἀκρατέστερος ᾖ.”

9.6.49. κατὰ ταῦτά φησι τὰ περὶ τῆς τῶν οἴνων διαφορᾶς τε καὶ χρήσεως· “ἀκαταµάθητα ἦν τοῖσιν ἐµεῦ γεραιτέροισιν· ἐγὼ δὲ ταῦτα διορισµοῖσι διακρίνας τὴν ἐπ’ αὐτοῖσι τέχνην συνεστησάµην.”