9.6.8. ἐὰν δὲ µὴ ὑπείκῃ πρὸς ταῦτα, διορισµοὺς ἔγραψε τῶν τε φλεβοτοµίας δεοµένων καὶ τῶν καθάρσεως ἐπὶ τίνων τε χρὴ µελικράτῳ ποτῷ χρῆσθαι ἢ ὀξυµέλιτι ἢ ὕδατι µέχρι κρίσεως µηδεµίαν διδόντα τροφήν, ἐπὶ τίνων τε χυλῷ πτισάνης ἢ τῇ κριθῇ χρηστέον τηνικαῦτα καὶ σιτία δοτέον ἐστί· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ οἴνου δόσεως διορίζεται τίσι τε χρὴ διδόναι καὶ τίσι µὴ καὶ ὁπότε καὶ ὁποῖον· ὡσαύτως δὲ καὶ περὶ λουτρῶν ὅσα τ’ ἄλλα τοιαῦτα.
9.6.9. Διττῆς δ’ οὔσης ἁµαρτίας ἐν ταῖς διαιρέσεσι διὰ τὸ τοὺς µὲν ἐλλιπέστερον τέµνειν, τοὺς δ’ ὑπερβάλλειν εἰς οὐκ οἰκεῖον τῷ τεµνοµένῳ πλῆθος, ἑκάτερον αὐτῶν ὁ ῾Ιπποκράτης µεµφόµενος ἐν ἀρχῇ µὲν τοῦ βιβλίου τάδε φησί·
9.6.10. “τὰς µέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίαν αὐτῶν οὐκ ἠγνόουν ἔνιοι, τοὺς δ’ ἀριθµοὺς ἑκάστου τῶν νοσηµάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν.
9.6.11. µὴ γὰρ καὶ οὐκ εὐαρίθµητον ᾖ, εἰ τουτέῳ τις σηµανεῖται τὴν τῶν καµνόντων νοῦσον, <τῷ> τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι, [τὸ] µὴ τωὐτὸ δὲ νόσηµα δοκέειν εἶναι, ἢν µὴ τωὐτὸ οὔνοµα ἔχῃ.”
9.6.12. ἐπὶ δὲ τῶν ἰηµάτων ἔµπαλιν ὡς ἐλλιπόντων αὐτῶν ὧδέ πώς φησι· “καὶ οὐ µόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ’ ὅτι καὶ ὀλίγοισι τὸν ἀριθµὸν τοῖσιν ἄκεσι χρέονται.”
9.6.13. µετὰ δὲ ταῦτα προβαλὼν τὸ <ἐν> τῷ προβλήµατι χρησιµώτατον οὐ σαφῶς αὐτοῦ τὴν λύσιν ἔγραψεν καὶ διὰ τοῦτ’ ἠγνοήθη πολλοῖς τῶν ἰατρῶν ὅλη τοῦ προβλήµατος ἡ δύναµις.
9.6.14. ἐξηγησάµην µὲν οὖν ὅλον τὸν λόγον τοῦτον ἐν τῷ πρώτῳ Περὶ διαίτης ὀξέων ὑποµνήµατι, συντόµως δ’ αὐτοῦ καὶ νῦν εἰπεῖν ἀναγκαῖόν ἐστι τὴν δύναµιν.
9.6.15. αὐτὸ µὲν τὸ πρόβληµα κατὰ τήνδε τὴν λέξιν ἔγραψεν ὁ ῾Ιπποκράτης· “δοκεῖ δέ µοι ἄξια γραφῆς εἶναι καὶ µάλιστα ὁκόσα τε ἀκαταµάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα µεγάλας ὠφελείας φέρει ἢ µεγάλας βλάβας.
9.6.16. ἀκαταµάθητα δ’ ἐστὶ καὶ τάδε· διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ µέν τινες τῶν ἰητρῶν πάντα τὸν αἰῶνα διατελοῦσι πτισάνην διδόντες ἀδιήθητον καὶ νοµίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιοῦνται ὅπως κριθὴν µηδεµίην καταπίνῃ ὁ κάµνων, µεγάλην γὰρ βλάβην ἡγέονται εἶναι, ἀλλὰ δι’ ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν· οἱ δ’ αὖ τινες αὐτέων οὔτ’ ἂν πτισάνην παχεῖαν δοῖεν οὔτ’ αὖ χυλόν, οἱ µὲν µέχρι ἂν ἑβδοµαῖος ὁ κάµνων γένηται, οἱ δὲ καὶ διὰ τέλους ἄχρι ἂν κριθῇ ἡ νοῦσος.
9.6.17. µάλα µὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήµατα εἰθισµένοι εἰσὶν οἱ ἰητροί, ἴσως δ’ οὐδὲ προβαλλόµενα εὑρίσκεται. καίτοι διαβολήν γ’ ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δηµοτέων µεγάλην <ὡς> µηδὲ δοκεῖν ὅλως ἰητρικὴν εἶναι. ὥστ’ ἔν γε τοῖσιν ὀξυτάτοισιν τῶν νοσηµάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτες, ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεύµενος ἄριστα εἶναι, ταῦτα νοµίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι.”