8.6.7. τοῦ δὲ θέρεος τό τε αἷµα ἰσχύει ἔτι καὶ ἡ χολὴ αἴρεται ἐν τῷ σώµατι καὶ παρατείνει εἰς τὸ φθινόπωρον· ἐν δὲ τῷ φθινοπώρῳ τὸ µὲν αἷµα ὀλίγον γίγνεται· ἐναντίον γὰρ αὐτοῦ τῇ φύσει τὸ φθινόπωρόν ἐστιν· ἡ δὲ χολὴ τὸ θέρος κατέχει τὸ σῶµα καὶ τὸ φθινόπωρον.
8.6.8. γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόµατοι ταύτην τὴν ὥρην χολὴν ἐµέουσι καὶ ἐν τῇσι φαρµακοποσίῃσι χολωδέστα-τα καθαί ρονται· δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώµασι τῶν ἀνθρώπων.
8.6.9. τὸ δὲ φλέγµα τοῦ θέρεος ἀσθενέστατόν ἐστι αὐτὸ ἑωυτοῦ· ἐναντίη γὰρ αὐτοῦ τῇ φύσει ἡ ὥρη ἐστὶ ξηρή τε οὖσα καὶ θερµή.
8.6.10. τὸ δ’ αἷµα τοῦ φθινοπώρου ἐλάχιστόν ἐστιν ἐν τῷ ἀνθρώπῳ· ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἄρχεται ἤδη τὸν ἄνθρωπον· ἡ δὲ µέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστίν.
8.6.11. ὅταν δ’ ὁ χειµὼν καταλαµβάνῃ, ἥ τε χολὴ ψυχοµένη ὀλίγη γίγνεται καὶ τὸ φλέγµα αὔξεται πάλιν ἀπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ὑπὸ τῶν νυκτῶν τοῦ µήκεος.
8.6.12. ἔχει µὲν οὖν πάντα ταῦτα αἰεὶ τὸ σῶµα τοῦ ἀνθρώπου· ὑπὸ δὲ τῆς ὥρης περιϊσταµένης ποτὲ µὲν πλείω γίγνεται αὐτὰ ἑωυτῶν, ποτὲ δ’ ἐλάσσω ἕκαστα κατὰ µέρος τε καὶ κατὰ φύσιν.
8.6.13. ὡς γὰρ ὁ ἐνιαυτὸς µετέχει µὲν πᾶς πάντων, καὶ τῶν θερµῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν (οὐ γὰρ ἂν µείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσµῳ, ἀλλ’ εἰ ἕν τί γε ἐκλείποι, πάντα ἂν ἀφανισθείη, ἀπὸ γὰρ τῆς αὐτῆς ἀνάγκης πάντα συνέστηκέ τε καὶ τρέφεται ὑπ’ ἀλλήλων), οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλείποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῆν ὁ ἄνθρωπος.
8.6.14. ἰσχύει δ’ ἐν τῷ ἐνιαυτῷ τοτὲ µὲν ὁ χειµὼν µάλιστα, τοτὲ δὲ τὸ ἔαρ, τοτὲ δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθινόπωρον· οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ τοτὲ µὲν τὸ φλέγµα ἰσχύει, τοτὲ δὲ τὸ αἷµα, τοτὲ δ’ ἡ χολή, πρῶτον µὲν ἡ ξανθή, ἔπειτα δὲ ἡ µέλαινα καλεοµένη.
8.6.15. µαρτύριον δὲ σαφέστατον· εἰ θέλοις τῷ αὐτῷ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρµακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐµεῖται τοῦ µὲν χειµῶνος φλεγµατωδέστερα, τοῦ δ’ ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου µελάντατα.”
8.6.16. Tαῦτα περὶ τῆς κατὰ τὰς ὥρας διαφορᾶς εἰπὼν ὁ ῾Ιπποκράτης ἐδίδαξεν ἐν αὐτοῖς δυνάµει περὶ τῶν ἡλικιῶν καὶ χωρῶν. ἀεὶ γὰρ ἐν ἅπασιν οἷς ἂν ὑφηγῆται καθ’ ὁντιναοῦν λόγον “ἐπιβλέπειν” κελεύει “καὶ ὥρην καὶ χώραν καὶ ἡλικίην” καὶ ὅ τι ἂν ἐφ’ ἑνὸς τούτων ἀκούῃς µεταφέρειν ἀξιῶν σε τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ δύο καθ’ ὁµοιότητα.
8.6.17. τὸν αὐτὸν γὰρ λόγον ἐν ἡλικίαις ὁ παῖς ἔχει τῇ τοῦ ἦρος ἐν ὥραις, ὡσαύτως δ’ ὁ µὲν νεανίσκος τῇ τοῦ θέρους, ὁ δὲ παρακµάζων τῇ τοῦ φθινοπώρου καὶ τελευταῖος ὁ γέρων τῇ τοῦ χειµῶνος.