Светлый фон

8.6.31. τοῖσι δ’ ὑπὲρ τὴν ἡλικίην ταύτην πλευρίτιδες, περιπνευµονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάρροιαι, χολέραι, δυσεντερίαι, αἱµορροΐδες.

8.6.32. τοῖσι δὲ πρεσβύτῃσι δύσπνοιαι, κατάρρ<ο>οι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσµοὶ τοῦ σώµατος, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλµῶν καὶ ῥινῶν ὑγρότητες, ἀµβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.”

8.6.33. Tαύτην τὴν τάξιν τῆς διδασκαλίας ἐχρῆν πεποιῆσθαι τὸν Πλάτωνα µᾶλλον, εἴπερ γε φιλοσόφῳ προσήκει τὸ τάξει καὶ µεθόδῳ χρῆσθαι τῇ διδασκαλίᾳ καὶ µᾶλλον ἢ τοῖς ἰατροῖς.

8.6.34. ἀλλ’ ἴσως οὐκ ἠδύνατο περὶ τῶν τοιούτων ἀκριβῶς διελθεῖν ἐµπειρίας δεοµένων, αὐτὸς οὐκ ὢν τρίβων τῶν ἔργων τῆς ἰατρικῆς, καὶ κατὰ τοῦτο ἐπαινεῖν αὐτὸν προσήκει, περὶ ὧν ἀκριβῶς οὐκ ἠπίστατο, µηδ’ ἐπιχειρήσαντα λέγειν.

8.6.35. ἀλλ’ ἐκεῖνά γε δυνατὸν ἦν αὐτῷ παρ’ αὐτῆς τῆς τῶν πραγµάτων φύσεως µεµαθηκέναι, τὰ λελεγµένα κατὰ τοὺς ᾿Aφορισµοὺς ἐν τῇδε τῇ ῥήσει·

8.6.36. “κατὰ δὲ τὰς ὥρας τοῦ µὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόµενοι τῇσιν ἡλικίῃσιν ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι µάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου µέχρι µέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν καὶ τοῦ χειµῶνος οἱ µέσοι τῇσιν ἡλικίῃσιν.”

8.6.37. ταῦτα µὲν οὖν περὶ τῶν εἰρηµένων ἡλικιῶν ἐφ’ ἑαυτοῦ καὶ τῶν ὁµοδιαίτων ἐξετάσαι τις δύναται προήκων ἤδη κατὰ τὴν ἡλικίαν, ὡς εἰκὸς ἦν Πλάτωνα προήκειν ὅτε ἔγραφε τὸν Τίµαιον.

8.6.38. ἀµελῶς οὖν ἔσχε περί τε τὴν τῶν αὐτῶν τούτων ἐξέτασιν ἔτι τε µᾶλλον ὧν ἔγραψεν ὁ ῾Ιπποκράτης περὶ τῶν πλεοναζόντων νοσηµάτων ἐν ἑκάστῃ τῶν ἡλικιῶν τε καὶ ὡρῶν, ὡς εἴ γε προσεσχήκει τὸν νοῦν αὐτοῖς, οὐκ ἂν ἐγεγράφει ταῦτα·

8.6.39. “τὸ µὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς µάλιστα νοσῆσαν σῶµα συνεχῆ καύµατα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀφηµερινούς, τριταίους δὲ ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς αὐτὸ εἶναι, τὸ δὲ γῆς τέταρτον ὂν νωθέστατον τούτων ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόµενον τεταρταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται µόλις.”

8.6.40. ἐν τούτῳ τῷ λόγῳ πρῶτον µὲν ἡµάρτηκε κατὰ τὰ κοινὰ στοιχεῖα ἁπάντων σωµάτων, οὐ κατὰ <τὰ> τῶν ἐναίµων ζῴων ποιησάµενος τὴν αἰτιολογίαν τῶν περιοδικῶν πυρετῶν· ἄµεινον γὰρ ἦν ἃ καὶ δεῖξαι δυνάµεθα κατὰ τὸ σῶµα πλεονάζοντα, ταῦτ’ αἰτιᾶσθαι· δεύτερον δ’ ὅτι τῶν ἀφηµερινῶν καὶ τριταίων πυρετῶν οὐδ’ ἐγγὺς ἧκε τῆς ἀληθοῦς αἰτίας.

8.6.41. φαίνεται γὰρ ἐναργῶς ἐπὶ µὲν τῶν ἀφηµερινῶν ὁ φλεγµατώδης πλεονάζων χυµός, ὑγρὸς καὶ ψυχρὸς ὤν, ἐπὶ δὲ τῶν τριταίων ὁ τῆς ξανθῆς χολῆς, πάλιν αὖ καὶ οὗτος ἄκρως θερµὸς καὶ ξηρός· ὥστ’ ἐπὶ τούτου µὲν ἐχρῆν εἰρῆσθαι πλεονάζειν τὸ τοῦ πυρὸς στοιχεῖον, ἐπ’ ἀµφηµερινοῦ δὲ τὸ τοῦ ὕδατος, ὥσπερ ἐν τοῖς τεταρταίοις χυµὸν µὲν τὴν µέλαιναν χολήν, στοιχεῖον δὲ τὴν γῆν.