8.6.18. ὁµοίως δὲ καὶ τῶν χωρῶν ἡ µὲν εὔκρατος τῇ τοῦ ἦρος, ἡ δὲ θερµὴ τῇ τοῦ θέρους, ἡ δ’ ἀνωµάλως ἔχουσα κατὰ θερµότητα καὶ ψυχρότητα, πλεονεκτοῦσα δ’ ὅµως ψυχρότητί τε καὶ ξηρότητι τῇ τοῦ φθινοπώρου, ἡ δ’ ὑγρὰ καὶ ψυχρὰ τῇ τοῦ χειµῶνος.
8.6.19. Tαῦτά τε οὖν διδάξας καὶ πρὸς τούτοις ὅτι “τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάµατα,” τῆς κατὰ τὴν τέχνην µεθόδου τὰ στοιχεῖα παρέδωκεν, οἷς ἐφεξῆς τὰ κατὰ τοὺς ἀφορισµοὺς διελθὼν περὶ τῶν πλεοναζόντων καθ’ἑκάστην ὥραν τε καὶ ἡλικίαν νοσηµάτων τὰς οἷον συλλαβὰς ἐπὶ τοῖς στοιχείοις ὑφηγήσατο.
8.6.20. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ κατὰ λέξιν ἐχούσας ὧδε· “νοσήµατα δὲ πάντα µὲν ἐν πάσῃσιν ὥρῃσιν γίγνεται, µᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτῶν καὶ γίγνεται καὶ παροξύνεται·
8.6.21. τοῦ µὲν ἦρος τὰ µελαγχολικὰ καὶ τὰ µανικὰ καὶ τὰ ἐπιληπτικὰ καὶ αἵµατος ῥύσιες καὶ κυνάγχαι καὶ κόρυζαι καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι καὶ λειχῆνες καὶ ἀλφοὶ καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται καὶ φύµατα καὶ ἀρθριτικά·
8.6.22. τοῦ δὲ θέρεος ἔνιά τε τουτέων καὶ πυρετοὶ συνεχέες καὶ καῦσοι καὶ τριταῖοι πυρετοὶ καὶ τεταρταῖοι ἔµετοί τε καὶ διάρροιαι καὶ ὀφθαλµίαι καὶ ὤτων πόνοι καὶ στοµάτων ἑλκώσιες καὶ σηπεδόνες αἰδοίων καὶ ἵδρωα·
8.6.23. τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ καὶ πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες, ὕδρωπες, φθίσιες καὶ στραγγουρίαι καὶ λειεντερίαι καὶ δυσεντερίαι καὶ συνάγχαι καὶ ἄσθµατα καὶ ἰλεοὶ καὶ ἐπιληψίαι καὶ τὰ µανικὰ καὶ τὰ µελαγχολικά·
8.6.24. τοῦ δὲ χειµῶνος πλευρίτιδες, περιπνευµονίαι, κόρυζαι, λήθαργοι, βράγχοι, βῆχες, πόνοι στηθέων, πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι.”
8.6.25. Tαῦτα περὶ τῶν ὡρῶν εἰπὼν ὁ ῾Ιπποκράτης ἐφεξῆς περὶ τῶν ἡλικιῶν ὧδε γράφει· “ἐν δὲ τῇσιν ἡλικίῃσι συµβαίνει τοῖσι µὲν µικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔµετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀµφαλοῦ φλεγµοναί, ὤτων ὑγρότητες.
8.6.26. πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσάγουσιν οὔλων ὀδαξησµοί, πυρετοί, σπασµοί, διάρροιαι, καὶ µάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ τοῖσι κοιλίας σκληρὰς ἔχουσι.
8.6.27. πρεσβυτέροισι δὲ γιγνοµένοισι παρίσθµια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθµατα, λιθιάσιες, ἕλµινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριάσεις, χοιράδες, στραγγουρίαι καὶ τἆλλα φύµατα.
8.6.28. τοῖσι δ’ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι τούτων τε πολλὰ καὶ πυρετοὶ χρόνιοι µᾶλλον καὶ ἐκ ῥινῶν αἵµατος ῥύσιες.
8.6.29. τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται τὰ µὲν ἐν τεσσαράκοντα ἡµέρῃσι, τὰ δὲ ἐν ἑπτὰ µησί, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν·
8.6.30. ὅσα δ’ ἂν διαµείνῃ τοῖσι παιδίοισι καὶ µὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν ἢ τοῖσι θήλεσι περὶ τὰς τῶν καταµηνίων ῥήξιας, χρονίζειν εἴωθε· τοῖσι δὲ νεηνίσκοισιν αἵµατος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι καὶ τἆλλα νοσήµατα, µάλιστα δὲ τὰ εἰρηµένα.