9.3.20. —τί οὖν; ἀνδράσι πάντα προστάξοµεν, γυναικὶ δ’ οὐδέν; [ἢ] καὶ πῶς; ἀλλ’ ἔστι γάρ, οἶµαι, ὡς φήσοµεν, καὶ γυνὴ ἰατρική, ἡ δ’ οὔ, καὶ µουσική, ἡ δ’ ἄµουσος φύσει. τί µήν; γυµναστικὴ δὲ ἄρ’ οὔ, οὐδὲ πολεµική, ἡ δὲ ἀπόλεµος καὶ οὐ φιλογυµναστική;— οἶµαι ἔγωγε.
9.3.21. —τί δέ; φιλόσοφός τε καὶ θυµοειδής, ἡ δὲ ἄθυµος καὶ µισόσοφος; ἔστι καὶ ταῦτα. ἔστιν ἄρα καὶ φυλακικὴ γυνή, ἡ δ’ οὔ. ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάµεθα; — τοιαύτην µὲν οὖν.
9.3.22. —καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσα ἡ µὲν ἀσθενεστέρα, ὁ δ’ ἰσχυρότερός ἐστι. φαίνεται. καὶ γυναῖκες ἄρα τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι συνοικεῖν τε καὶ φυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν. πάνυ γε. τὰ δ’ ἐπιτηδεύµατα οὐ ταὐτὰ ἀποδοτέα ταῖς αὐταῖς φύσεσι;— ταὐτά.
9.3.23. —ἥκοµεν ἄρα εἰς τὰ πρότερα περιφερόµενοι καὶ ὁµολογοῦµεν µὴ παρὰ φύσιν εἶναι ταῖς τῶν φυλάκων γυναιξὶ µουσικήν τε καὶ γυµναστικὴν ἀποδιδόναι. παντάπασι µὲν οὖν.”
9.3.24. Ἐν τούτοις ἅπασιν ἐφ’ ἑνὸς παραδείγµατος τοῦ τῶν γυναικῶν ἐγύµνασεν ἡµᾶς εὑρετικούς τε καὶ διακριτικοὺς εἶναι, κατὰ τί µὲν ὅµοια[ι] ταῖς φύσεσίν ἐστι, κατὰ τί δ’ ἀνόµοια τὰ παραβαλλόµενα.
9.3.25. γυναῖκες γὰρ ἀνδράσιν ὅµοιαι µέν εἰσιν καθὸ καὶ αὐταὶ ὑπάρχουσι λογικὰ ζῷα, τουτέστιν ἐπιστήµης δεκτικά, καθόσον δὲ τὸ µὲν τῶν ἀνδρῶν γένος ἰσχυρότερον ὑπάρχει καὶ εἰς ἅπαν ἔργον τε καὶ µάθηµα βέλτιον, αἱ γυναῖκες δ’ ἀσθενέστεραί τε καὶ χείρους, ἀνόµοιαί γε κατὰ τοῦτ’ εἰσίν, ὥσπερ γε πάλιν ἐναντίως ἔχουσι καθόσον αὗται µὲν ὑπάρχουσι θήλειαι καὶ διὰ τοῦτο πρὸς κύησιν ἐπιτήδειαι· ταῖς µὲν γὰρ γυναιξίν ἐστι µόρι’ ἄττα τοῦ σώµατος εἰς κύησιν ἀπὸ τῆς φύσεως παρεσκευασµένα, τοῖς δ’ ἄρρεσιν οὐκ ἔστιν.
9.3.26. ὥστ’ ἀληθῶς ἄν τις φαίη κατά τι µὲν ὁµοίως διακεῖσθαι τὰς γυναῖκας τοῖς ἀνδράσι, κατά τι δ’ ἐναντίως.
9.3.27. ἐπειδὰν µὲν οὖν τις κατὰ τὴν ὁµοιότητα τὴν µετάβασιν ἀπὸ θατέρου ποιῆται πρὸς τὸ ἕτερον, ἀληθεύσει, ἐπειδὰν δὲ κατὰ τὴν ἀνοµοιότητα, ψεύσεται καὶ πολὺ µᾶλλον κατὰ τὴν ἐναντίωσιν.
9.3.28. ὡς γὰρ ὁ ῾Ιπποκράτης ἐν τῷ Kατ’ ἰητρεῖον ἔγραψε κελεύων ἡµᾶς “ἐξ ἀρχῆς ἢ ὅµοια ἢ ἀνόµοια” σκοπεῖσθαι, προσέθηκε δὲ ἐν τῷ Προγνωστικῷ καὶ τὸ ἐναντίον οἷς ἔλεγεν ἐπὶ τοῦ προσώπου, “τὸ δ’ ἐναντιώτατον τοῦ ὁµοίου δεινότατον,” οὕτως φαίνεται καὶ ὁ Πλάτων τὴν ἀπόδειξιν πεποιηµένος ἐν τῇ προκειµένῃ ῥήσει.
9.4.1. Προσθῶµεν οὖν ἔτι καὶ ἄλλο τῶν ὑφ’ ῾Ιπποκράτους γεγραµµένων παραδείγµατος ἕνεκα τοῦ διακρίνειν ἐν τοῖς παραβαλλοµένοις καθ’ ὅσον ὅµοιόν ἐστι καὶ <καθ’> ὅσον ἀνόµοιον.
9.4.2. ἔστι δ’ ἡ λέξις ἐκ τοῦ Περὶ ἄρθρων συγγράµµατος ὧδέ πως ἔχουσα· “γιγνώσκειν δ’ εἰ ἐκπέπτωκεν ὁ βραχίων τοισίδε χρὴ τοῖσι σηµείοισι· τοῦτο µέν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶµα οἱ ἄνθρωποι καὶ τὰς χεῖρας καὶ τὰ σκέλη, παραδείγµατι χρὴ χρῆσθαι τῷ ὑγιεῖ πρὸς τὸ µὴ ὑγιὲς µὴ τἀλλότρια ἄρθρα καθορῶντα, ἄλλοι γὰρ µᾶλλον ἄλλων ἔξαρθροι πεφύκασιν, ἀλλὰ τὰ αὐτοῦ τοῦ κάµνοντος, ἢν ἀνόµοιον τὸ ὑγιὲς τῷ κάµνοντι.