9.4.3. καὶ τοῦτο εἴρηται µὲν ὀρθῶς, παραξύνεσιν δ’ ἔχει πάνυ πολλήν· διὰ τὰ τοιαῦτα καὶ οὐκ ἀρκέει µοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην ἀλλὰ καὶ ὁµιλίῃ ὁµιλέειν.
9.4.4. πολλοὶ γὰρ ὑπὸ ὀδύνης ἢ καὶ ὑπὸ ἀλλοίης προφάσιος οὐκ ἐξεστεώτων αὐτοῖσι τῶν ἄρθρων ὅµως οὐ δύνανται εἰς τὰ ὅµοια σχήµατα καθιστάνειν ἐς οἷάπερ τὸ ὑγιεινὸν σῶµα σχηµατίζεται.
9.4.5. προξυνιέναι οὖν καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆµα χρή. ἀτὰρ καὶ ἐν τῇ µασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειµένη πολλῷ µᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος.
9.4.6. τοῦτο δ’ ἄνωθεν κατὰ τὴν ἐπωµίδα κοῖλον φαίνεται τὸ χωρίον καὶ τὸ τοῦ ἀκρωµίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος ἤδη τοῦ ἄρθρου ἐς τὸ κάτω τοῦ χωρίου.
9.4.7. παραξύνεσιν µὴν κἀν τούτῳ ἔχει τινά, ἀλλ’ ὕστερον περὶ αὐτοῦ γραφήσεται, ἄξιον γὰρ γραφῆς ἐστι.
9.4.8. τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς µᾶλλον ἀπὸ τῶν πλευρέων ἢ [ἀπὸ] τοῦ ἑτέρου. εἰ µέντοι τις προσαναγκάζοι, προσάγεται µέν, ἐπιπόνως δέ.
9.4.9. τοῦτο δ’ ἄνω[θεν] τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς ἐκτεταµένου τοῦ ἀγκῶνος οὐ µάλα δύνα[ν]ται ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁµοίως.”
9.4.10. Aὕτη µὲν ἡ τοῦ ῾Ιπποκράτους ῥῆσις <ἡ> αὐτὴ τῇ κατὰ τὸ Προγνωστικόν. ὡς γὰρ ἐκεῖ τὸ πρόσωπον ἡµᾶς τοῦ νοσοῦντος ἐκέλευσε σκοπεῖσθαι πότερον ὅµοιόν ἐστιν ἢ ἀνόµοιον <τῷ> τῶν ὑγιαινόντων, µάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ, οὕτως νῦν τὸ ἐκπεπτωκὸς ἄρθρον τῷ ὑγιεῖ παραβάλλει τὴν παραβολὴν ποιούµενος ἐπ’ αὐτοῦ τοῦ πεπονθότος ἀνθρώπου· ἀπάτη γὰρ ἣν παραξύνεσιν ὠνόµασε γίγνεται πολλάκις, ἐὰν τοῖς ἀλλοτρίοις ἄρθροις παραβάλλῃς αὐτό.
9.4.11. καὶ µέντοι καὶ ὡς ἐκ τῶν κατὰ µέρος εἰ ὅµοιόν ἐστι τῷ κατὰ φύσιν ἔχοντι τό γε πεπονθός, ἔνεστι διαγνῶναι, καθάπερ ἐν τῷ Προγνωστικῷ διῆλθεν, οὕτως κἀνταῦθα τὰ µὲν ἄλλα γράψας καλῶς, ἐν ᾧ δ’ ἄν τις σφαλείη διὰ τὴν πρὸς τὸ ἐξηρθρηκὸς ὁµοιότητα, τοῦτ’ ἐπισηµηνάµενος ὡς παραξύνεσιν ἔχον καὶ αὐτό.
9.4.12. ταπεινὴ γὰρ ἡ ἐπωµὶς οὐ µόνον ἐπὶ τῶν ἐξηρθρηκότων ἐστὶν ἀλλὰ κἀπὶτῶν ἀπόσπασµα κατὰ τὸ ἀκρώµιον ἐχόντων, ὥστε συγχεῖσθαι κατὰ τοῦτο τὴν διάγνωσιν τῶν ἐξαρθρηµάτων εἰς κοινὸν σηµεῖον ἀφικνουµένην τοῖς ἀπεσπασµένον ἔχουσι τὸ ἀκρώµιον.
9.4.13. ἀλλὰ κἀνταῦθα πάλιν, ὅπερ καθόλου διὰ τοῦ Kκατ’ ἰητρεῖον ἀπεφήνατο, τοῦτο νῦν ἐφ’ ἑνὸς εἴδους ἐποίησεν ἐπιδείξας οὐ µόνον ᾗ ὅµοια τὰ σηµεῖα τῶν δύο παθῶν ἐστιν ἀλλὰ καὶ ᾗ ἀνόµοια.
9.4.14. κοίλη µὲν οὖν ἡ ἐπωµὶς ἐπ’ ἀµφοῖν φαίνεται, τῶν δὲ ἄλλων συµπτωµάτων ὧν τὸν κατάλογον ἔγραψεν ἐπὶ τῶν ἐξηρθρηκότων ὤµων, οὐδὲν συµβαίνει κατὰ τὰ τῶν ἀκρωµίων ἀποσπάσµατα, περὶ ὧν κατὰ τὴν προγεγραµµένην ῥῆσιν οὕτως εἶπε·
9.4.15. “τούτου δὲ τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς µᾶλλον ἀπὸ τῶν πλευρῶν ἢ τοῦ ἑτέρου. εἰ µέντοι τις προσαναγκάζοι, προσάγεται µέν, ἐπιπόνως δέ.