Светлый фон

9.4.27. ὅτι οἴονταί τινες ἰητρευκέναι τοὺς ἀνθρώπους οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα· καίτοι ῥηΐστην εἰς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νοµίζουσι καὶ οὐδὲν δέεσθαι ἐµβολῆς, ἀλλ’ αὐτοµάτως ὑγιέα γενέσθαι τὰ τοιαῦτα.

9.4.28. ἀγνοοῦσι δὲ πολὺ καὶ κερδαίνουσιν ὅτι ἀγνοοῦσι· πείθουσι γὰρ τοὺς πέλας. ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόµενον, ἀγνοοῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὀλίγῳ πρόσθεν εἴρηται, οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισι· στενοτάτην γὰρ πάντων ζῴων ἄνθρωπος κοιλίην ἔχει ὡς ἐπὶ µεγέθει ἀπὸ τοῦ ὄπισθεν εἰς τὸ ἔµπροσθεν, ποτὶ καὶ κατὰ τὸ στῆθος.

9.4.29. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ τοῦτο ἐξαπατῶνται οἰόµενοι τοὺς σπονδύλους εἴσω οἴχεσθαι.”

9.4.30. ὅτι δὲ µεγίστην ἔχει δύναµιν ἡ τῶν ὁµοίων τε καὶ ἀνοµοίων διάγνωσις καὶ πᾶς τεχνίτης δεῖται διακρίνειν εἰ ὅµοια ἢ ἀνόµοια τὰ πράγµατά ἐστι περὶ ἃ διατρίβει, ἀθρεῖν ἔνεστι κἀκ τοῦδε τοῦ παραδείγµατος.

9.4.31. ἐπειδὴ γὰρ ἐν γυµνασίᾳ κεῖται τὸ πλεῖστον τῆς προκειµένης γνώσεως, οὐκ ἐν τοῖς καθόλου [παραδείγµασιν] χρὴ βλέπειν ἀλλ’ ἐν <παραδείγµασιν> πολλοῖς τε καὶ ποικίλοις γυµνάζεσθαι καὶ µάλιστα παρὰ τοῖς ἄριστα µεταχειρισαµένοις τὴν περὶ ταῦτα τέχνην, ῾Ιπποκράτει τε καὶ Πλάτωνι.

9.5.1. Δείξαντος οὖν τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐπὶ πλειόνων παραδειγµάτων, ὧν ἐστι καὶ κυβερνητικὴ καὶ ἰατρική, τοὺς τεχνίτας ὧν <ἂν> ἄρχωσι καὶ διοικῶσιν ἐκείνοις τὴν ὠφέλειαν οὐχ ἑαυτοῖς ἐκπορίζεσθαι, καταγελάσας Θρασύµαχος ποιµένων τε καὶ βουκόλων µνηµονεύει τὸ ἑαυτοῖς συµφέρον, οὐ τὸ τοῖς προβάτοις τε καὶ βουσὶν ἐκποριζόντων.

9.5.2. ἀλλὰ Σωκράτης ἐπιδείκνυσιν αὐτῶν σκοπὸν εἶναι καὶ τέλος ἕτερον µὲν τοῖς [παρὰ] τῇ ποιµαντικῇ τε καὶ βουκολικῇ τέχνῃ µηδὲν ἄλλο σκοπουµένοις παρὰ τὴν τῶν προβάτων τε καὶ βοῶν ὠφέλειαν, ἄλλο δὲ τοῖς εἰς πρᾶσιν ἢ θοίνην παρασκευάζουσι τὰ ζῷα.

9.5.3. πρόδηλον οὖν ὅτι καὶ ἰατρὸς ᾗ µὲν ἰατρός ἐστι ταύτῃ προνοεῖται τῆς τοῦ σώµατος ὑγιείας, ᾗ δὲ δι’ ἄλλο τι τοῦτο πράττει, κατ’ ἐκεῖνο καὶ τὴν προσηγορίαν ἕξει.

9.5.4. τινὲς µὲν γὰρ ἕνεκα χρηµατισµοῦ τὴν ἰατρικὴν τέχνην ἐργάζονται, τινὲς δὲ διὰ τὴν ἐκ τῶν νόµων αὐτοῖς διδοµένην ἀλειτουργησίαν, ἔνιοι δὲ διὰ φιλανθρωπίαν, ὥσπερ ἄλλοι διὰ τὴν ἐπὶ ταύτῃ δόξαν ἢ τιµήν.

9.5.5. ὀνοµασθήσονται τοιγαροῦν ᾗ µὲν ὑγιείας εἰσὶ δηµιουργοὶ κοινῇ πάντες ἰατροί, καθόσον δὲ τὰς πράξεις ἐπὶ διαφόροις ποιοῦνται σκοποῖς, ὁ µέν τις φιλάνθρωπος, ὁ δὲ φιλότιµος, ὁ δὲ φιλόδοξος, ὁ δὲ χρηµατιστής.