Светлый фон

9.4.16. τοῦτο δέ, ἄνω ἀεῖραι τὴν χεῖρα ἰθεῖαν παρὰ τὸ οὖς ἐκτεταµένου τοῦ ἀγκῶνος οὐ µάλα δύναται ὥσπερ τὴν ὑγιέα οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁµοίως.”

9.4.17. ταῦτα µὲν ἐπὶ τῶν ἐξηρθρηκότων φαίνεται γιγνόµενα µηδὲν τοιοῦτον πασχόντων οἷς ἀπέσπασται τὸ ἀκρώµιον· µόνον γὰρ αὐτοῖς κοινόν ἐστι τὸ τὴν ἐπωµίδα φαίνεσθαι κοίλην.

9.4.18. ἔστι δὲ καὶ κατὰ τοῦτο τὸ κοινὸν οὐ µόνον ὁµοιότης ἀλλὰ καὶ ἀνοµοιότης. φαίνεται γὰρ ὁ τόπος ὢν ταπεινότερος, οὐ µὴν καὶ γεγονώς γε κατὰ ἀλήθειαν ἑαυτοῦ ταπεινότερος, ὡς ἐπὶ τῶν ἐξηρθρηκότων ὤµων.

9.4.19. ἐπ’ ἐκείνων µὲν γὰρ τῆς κεφαλῆς τοῦ βραχίονος εἰς τὴν µασχάλην καταπεσούσης ὁ πρότερον ὑπάρχων ὄγκος ἐν τῷ κατὰ τὴν ἐπωµίδα τόπῳ κατ’ ἀλήθειαν ἀπόλωλεν, ἐν δὲ τοῖς ἀποσπάσµασιν οὗτος µὲν ὁ αὐτὸς διαµένει, µεταστάντος δ’ εἰς ὕψος τοῦ ἀκρωµίου φαντασία ψευδὴς γίγνεται τῆς τοῦ τόπου ταπεινώσεως.

9.4.20. Ἴσως οὖν ἄµεινόν ἐστι καὶ µίαν ἄλλην ἔτι παραγράψαι ῥῆσιν ἐκ τοῦ Περὶ ἄρθρων ἐν ᾗ καθ’ ἓν πάθος ἐπιδείκνυσιν ὁ ῾Ιπποκράτης ὁµοιότητά τε καὶ ἀνοµοιότητα σφάλλουσαν τοὺς πολλοὺς τῶν ἰατρῶν.

9.4.21. ὅταν τις ἐξαρθρήσῃ σπόνδυλος εἰς τὸ πρόσω, ταπεινὸν κατὰ τοῦτο γίγνεταιτὸ χωρίον τῆς ῥάχεως.

9.4.22. ἐνίοτε δὲ περιθραυσθεισῶν τῶν κατὰ τοὺς σπονδύλους ὀπισθίων ἀποφύσεων, ἐξ ὧν ἡ τῆς ῥάχεως ἄκανθα γεννᾶται, κοῖλος καὶ ταπεινὸς ὁ τόπος φαίνεται, καθάπερ ἐπὶ τῶν ἐξηρθρηκότων εἰς τὸ πρόσω τῶν σπονδύλων.

9.4.23. ἔστι δὲ τοῦτο µὲν τὸ πάθος εὐιατότατον, ὀλεθριώτατον δὲ τὸ ἕτερον. ἀγνοοῦντας δὲ τῶν ἰατρῶν ἐνίους τὴν διαφορὰν αὐτῶν ὁ ῾Ιπποκράτης φησὶν οἴεσθαι τεθεραπευκέναι ῥᾳδίως τὴν εἰς τὰ πρόσω τῶν σπονδύλων µετάστασιν.

9.4.24. ὀνοµάζει δὲ τὴν εἰς τὸ πρόσω ταύτην οὐ µόνον οὕτως, ἀλλὰ καὶ ἔσω, καλῶν ἔσω µὲν δηλονότι τὸ βάθος τοῦ σώµατος, ἔξω δὲ τὸ ἐπιπολῆς ὄπισθέν τε καὶ πρόσθεν.

9.4.25. ἔστι δ’ ἡ ῥῆσις αὐτοῦ καθ’ ἣν γέγραπται ταῦτα αὕτη· “ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι εἰς τὸ εἴσω, εἰ µὴ ὑπέρβαρύ τι ἄχθος ἐµπέσοι· τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον τοιοῦτόν ἐστιν ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη πρὶν ἢ µεγάλην ῥοπὴν εἴσω ποιῆσαι τούς τε ξυνδέσµους βιησάµενον καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγµένα, ὅ τε αὖ νωτιαῖος πονοίη ἂν εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαµπὴν ἔχοι τοιαύτην ἔξαλσιν ἐξαλλοµένου σπονδύλου, ὅ τε ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ µὴ καὶ ἀπορρήξειε, πιεχθεὶς δ’ ἂν καὶ ἀπολελαµµένος πολλῶν καὶ µεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν, ὥστ’ οὐκ ἂν µέλ[λ]οι τῷ ἰατρῷ ὅπως χρὴ τὸν σπόνδυλον κατορθῶσαι πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων.

9.4.26. ὥστε δὴ οὐδ’ ἐµβαλεῖν οἷόν τε οὔτε κατασείσει[ν] οὔτ’ ἄλλῳ οὐδενὶ τρόπῳ πρόδηλον τὸν τοιοῦτον, εἰ µή τις διατεµὼν τὸν ἄνθρωπον, ἔπειτα ἐµβαλόµενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι· καὶ ταῦτα νεκρῷ µὲν οἷόν τε ποιέειν, ζῶντι δ’ οὐ πάνυ. διὰ τί δὲ ταῦτα γράφω;