9.5.6. οὔκουν τοῖς ἰατροῖς τὸ τέλος ἐστὶν ὡς ἰατροῖς ἔνδοξον ἢ πόριµον, ὡς Μηνόδοτος <ὁ> ἐµπειρικὸς ἔγραψεν, ἀλλὰ Μηνοδότῳ µὲν τοῦτο, Διοκλεῖ δ’ οὐ τοῦτο, καθάπερ οὐδὲ ῾Ιπποκράτει καὶ ᾿Εµπεδοκλεῖ οὐδ’ ἄλλοις τῶν παλαιῶν οὐκ ὀλίγοις ὅσοι διὰ φιλανθρωπίαν ἐθεράπευον τοὺς ἀνθρώπους.
9.5.7. γυµνασάµενος οὖν ἐν τοῖς τοιούτοις τις παραδείγµασι, πάµπολ<λ>α δ’ ἐστὶ παρ’ ῾Ιπποκράτει καὶ Πλάτωνι, ῥᾳδίως κατόψεται τά τε ἴδια τέχνης ἑκάστης καὶ τὰ κοινά.
9.5.8. πρὸς µὲν γὰρ Θρασύµαχον ἐν τῷ πρώτῳ τῆς Πολιτείας Σωκράτης διαλεγόµενος ἔδειξεν ἐπὶ ποιµένων τε καὶ βουκόλων ὡς κοινωνοῦσι µὲν καθόσον εἰσὶ ποιµένες καὶ βουκόλοι, διαφέρονται δὲ καθόσον ὁ µὲν ὡς χρηµατιστής, ὁ δ’ ὡς [ἵνα] καταδαίσηται, κατασκευάζουσιν αὐτὰ πίονα.
9.5.9. κατὰ µέντοι τὸ περὶ ἀγµῶν <῾Ιπποκράτης> διὰ πλειόνων ἔδειξεν ἡµᾶς διακρίνειν τά τε κοινὰ καὶ τὰ ἴδια. κατὰ δὲ τὰς τέχνας τοῦτ’ ἔστιν εἰ ὅµοιά τ’ εἰσὶ καὶ ἀνόµοια· ἓν γάρ ἐστι τῇ δυνάµει τὰ τρία ταῦτα σκέµµατα, τό τε περὶ τῶν κοινῶν καὶ ἰδίων καὶ τὸ διακρίνειν εἰ ὅµοια ἢ ἀνόµοια τὰ παραβαλλόµενα πράγµατά εἰσι, καὶ τρίτον ἐπὶ τούτοις τί ταὐτὸν ἐν αὐτοῖς ἐστι καὶ τί ἕτερον.
9.5.10. εἰώθασι γὰρ οἱ ῞Ελληνες ὅµοια καλεῖν ἐνίοτε τὰ ταὐτὸν ἔχοντά τι, καὶ τά γε παραδείγµατα κατὰ ταὐτὸν ἐν τοῖς παραβαλλοµένοις ἐκέλευσεν ἡµᾶς ὁ Πλάτων ποιεῖσθαι.
9.5.11. Γειτνιᾷ δέ πως τούτῳ τῷ σκέµµατι καὶ τὸ κατὰ τὴν διαιρετικὴν ὀνοµαζοµένην µέθοδον ἧς τὴν µὲν γυµνασίαν ὁ Πλάτων ἐν Σοφιστῇ καὶ Πολιτικῷ πεποίηται, τὴν δὲ ἐξ αὐτῆς χρείαν ἐπέδειξεν οὐκ ἐν τούτοις µόνον, ἀλλὰ σαφέστατα µὲν ἅµα καὶ τελεώτατα κατά τε Φίληβον καὶ Φαῖδρον, οὐ µὴν <ἀλλὰ> καὶ κατὰ τὴν Πολιτείαν τε καὶ ἄλλ’ ἄττα τῶν συγγραµµάτων.
9.5.12. ἐν µὲν οὖν τῷ Σοφιστῇ καὶ τῷ Πολιτικῷ διδάσκει πῶς ἄν τις ἀντὶ τῆς προσηγορίας ἑρµηνεύοι λόγῳ σαφεῖ τε ἅµα καὶ συντόµῳ τὸ σηµαινόµενον αὐτῆς, ὅντινα λόγον ὁρισµόν τε καὶ ὅρον ἐξαιρέτως ἐκάλεσαν οἱ µετὰ Πλάτωνα.
9.5.13. ἐν δὲ τῷ Φιλήβῳ καὶ τῷ Φαίδρῳ δείκνυσιν εἰς τεχνῶν σύστασιν ἀναγκαιοτάτην εἶναι τὴν διαιρετικὴν καὶ συνθετικὴν θεωρίαν γεγυµνάσθαι τε κελεύει διττῶς κατ’ αὐτὴν ἀπὸ µὲν τοῦ πρώτου καὶ γενικωτάτου καταβαίνοντας ἐπὶ τὰ µηκέτι τοµὴν δεχόµενα διὰ τῶν ἐν τῷ µεταξὺ διαφορῶν, δι’ ὧν καὶ τοὺς ὁρισµοὺς τῶν εἰδῶν ἐδεδείχειν συνισταµένους ἐν Σοφιστῇ καὶ Πολιτικῷ, ἔµπαλιν δ’ ἀπὸ τῶν εἰδικωτάτων πολλῶν ὄντων ἀναβαίνοντας ἐπὶ τὸ πρῶτον γένος κατὰ σύνθεσιν· ὁδὸν µὲν γὰρ εἶναι µίαν ἀµφοῖν, ὁδοιπορίαν δὲ διττὴν ἀπὸ θατέρου τῶν πρώτων ἐπὶ θάτερον ἐναλλὰξ ἰόντι.
9.5.14. λέγει δὲ περὶ αὐτῶν ἐν µὲν τῷ Φαίδρῳ κατὰ τήνδε τὴν λέξιν· “—ἐµοὶ δὲ φαίνεται τὰ µὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖχθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδῶν, εἰ αὐτοῖν τὴν δύναµιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι.